Ancient Greek
Μέθοδος ἐπιταφίων.
Dionysius of Halicarnassus, Ars Rhetorica 2-6
Not analysed yet
Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν ὀπῶν ληπτέον, ἀφ’ ὧν περ καὶ τὰ ἐγκώμια· πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον, οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν· εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδῃ καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων, καὶ ἡ Αἴγινα διὰ τὸν Αἰακόν. ἢ εἴ τι βέλτιον περὶ αὐτῆς ἔχοιμεν λέγειν εἰρημένον, ὥςπερ θείαν τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος· ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις |. καὶ ἐπὶ μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν καθ’ ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ’ αὐτόχθονες· καὶ εἰ ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι ‛Ἑλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.