Ancient Greek
Μέθοδος ἐπιταφίων.
Dionysius of Halicarnassus, Ars Rhetorica 3-6
Not analysed yet
Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν |τὴν πολιτείαν ληψόμεθα, ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει τὰ κατὰ πολέμους ἔργα καὶ ὅπως ἐτελεύτησαν, ὥςπερ ἀμέλει καὶ Πλάτωνί γε καὶ Θουκυδίδῃ καὶ τοῖς ἄλλοις εἴρηται. ὁπόταν δὲ περὶ ἑνός τινος λέγωμεν, περὶ τῆς ἀρετῆς ποιησόμεθα τὸν λόγον, οἷον περὶ ἀνδρείας, περὶ δικαιοσύνης, περὶ σοφίας· ὁποῖος περὶ τὴν πόλιν ἐν τούτοις, ὁποῖος ἰδίᾳ περὶ ἕκαστα· ὁποῖος περὶ φίλους, ὁποῖος περὶ ἐχθρούς· καὶ ἔτι προστεθήτω, οἷος περὶ γονέας, οἷος ἐν ἀρχαῖς, εἴ τινα ἦρξεν.