Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 2-8
Not analysed yet
Ἐστι γὰρ τῶν καλουμένων σχημάτων εἴδη γ̄· τὸ μέν ἐστι σχῆμα λέγον μὲν ἃ βούλεται, δεόμενον δὲ εὐπρεπείας ἢ δι’ ἀξίωσιν τῶν προσώπων, πρὸς οὓς ὁ λόγος, ἢ δι’ ἀσφάλειαν πρὸς τοὺς ἀκούοντας. καὶ τούτῳ μὲν τῷ εἴδει οὐκ ἀντιλέγουσιν οἱ ῥητορικοί, ἀλλὰ καλοῦσιν αὐτὸ χρῶμα. τοὺς γὰρ εὐπροσώπους λόγους, οὐκ οἶδα ὁπόθεν ὁρμηθέντες, οὕτως ὀνομάζουσιν, ὅταν ἢ πρὸς πατρίδα τις διαλέγηται ἢ πρὸς ἀριστέα ἢ πρὸς |στρατηγὸν ἢ πρὸς ἀρχήν τινα ἢ πρὸς ὅλην πόλιν. τὸ δέ τι σχῆμά ἐστι πλαγίως ἕτερα μὲν λέγον, ἕτερα δὲ ἐργαζόμενον ἐν λόγοις. τρίτον σχῆμά ἐστι τὸ οἷς λέγει τὰ ἐναντία πραχθῆναι πραγματευόμενον.