Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 3-8
Not analysed yet
Τοῦ μὲν οὖν καλουμένου ὑπὸ τῶν πολλῶν χρώματος οὔτε ἀποκεκρυμμένη οὔτε χαλεπὴ 〈ἡ〉 μέθοδος. ἐπιείκεια γὰρ προστεθεῖσα τοῖς λόγοις καὶ τὸ ὑποστέλλεσθαι τῇ παρρησίᾳ, αὐτό 〈τε〉 τοῦτο τὸ αἰδεῖσθαι προσποιεῖσθαι καὶ τὸ ὁμολογεῖν μὴ βούλεσθαι τολμηρῶς μηδὲ ἀποκεκαλυμμένως λέγειν ἡ μέθοδός ἐστι τῶν τοιούτων λόγων. μεγίστη δὲ καὶ βαθυτάτη ἐν τούτοις τοῖς λόγοις μέθοδος, τὸ ἑτέρας αἰτίας ὑπο βαλέσθαι εὐσχήμονας πρὸ τῶν λυπούντων λόγων. Οἱ δὲ ἕτερα μὲν λέγοντες, ἕτερα δὲ βουλόμενοι τίνι μεἀκροωμένοις· ἃ δὲ βούλονται πεῖσαι, τοῖς προταθεῖσι συγκατασκευάζουσι. καὶ τρόπον τινὰ διπλοῦν ἀγῶνα ἀγωνίζονται· τῷ μὲν γὰρ λόγῳ |τὸ κοινὸν προτείνουσιν, τέχνῃ δὲ οὗ τὴν χρείαν ἔχουσιν. Ὁ δὲ οἷς λέγει τὰ ἐναντία βουλόμενος λόγος, ἀκοῦσαι οὑτωσί, ἄτοπόν τινα τὴν μέθοδον ἔχειν δόξει· δεῖ γὰρ εἰς ἐναντιώσεις ὑποπίπτοντα φαίνεσθαι τοῖς ἀκούουσιν· καὶ ἐν τούτῳ τῷ εἴδει τὸ καινότατον δὴ φαίνεται τέχνη ῥήτορος οὖσα τὸ ἐναντία λέγειν. τίς ὁ λόγος; βραχὺς καὶ σαφής. ὥςπερ γὰρ ἐν τοῖς ἁπλοῖς τῶν ἀγώνων φέλειαν ἔχει τὸ μὴ δοκεῖν ἐναντία λέγειν, οὕτως ἐνταῦθα κέρδος αἱ ἐναντιώσεις ἔχουσιν, τὸ δὲ μὴ ἐναντία λέγειν ζημίαν. καὶ πάνυ δικαίως· εἰ γὰρ οἷς λέγει τις τὰ ἐναντία βούλεται, ἂν 〈ἃ〉 λέγῃ πείσῃ, τὰ ἐναντία πράξει· ἂν δὲ ἃ βούληται κατεργάζηται, τὰ ἐναντία οἷς λέγει πείθειν δόξει. μέθοδος δὲ τούτων τίς; ὥςπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσι ***,〈οὕτως ἐν τοῖς τοιούτοις ἀγῶσι〉 τὰς προτάσεις τὰς οἰκείας ἀσθενεῖς εἶναι δεῖ, τὰς δὲ τοῦ ἀντιδίκου |ἰσχυράς, καὶ τὰ μὲν παρ’ αὑτοῦ εὐδιάλυτα προβάλλεσθαι, τὰ δὲ παρὰ τοῦ ἐναντιουμένου δυσκαταγώνιστα· αὕτη μία μέθοδος. δευτέρα δέ· ὥςπερ ἐν τοῖς ἁπλοῖς ἀγῶσιν οὐ χρὴ στρεφόμενα λέγειν οὐδ’ οἷς ἂν καὶ ὁ ἀντίδικος χρήσαιτο, οὕτως ἐν τοῖς τοιούτοις τῶν ἀγώνων τοιαῦτα λέγειν δεῖ, οἷς καὶ ὁ ἀντιλέγων χρήσεται. οἱ μὲν οὖν κυριώτατοι τρόποι τῶν ἐσχηματισμένων λόγων οὗτοι.