Ancient Greek
Τέχνη περὶ τῶν πανηγυρικῶν
Dionysius of Halicarnassus, Ars Rhetorica 3
Not analysed yet
Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εῖ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ’ εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ 〈εἰ〉 σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.