Ancient Greek
Τέχνη περὶ τῶν πανηγυρικῶν
Dionysius of Halicarnassus, Ars Rhetorica 4
Not analysed yet
Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ κατάστασις αὐτοῦ ἢ ἐφ’ οἷςτισιν ἐτέ|θη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἀπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραστάθη, βαλεῖν χρὴ πρὸς τοὺς ἄλλους ἀγῶνας. τοῦτο δ’ εὐπορήσεις τῷ λόγῳ, οἷον ἀπὸ καιροῦ παραβάλλων· εἰ μὲν πρὸς ἔαρ ἄγοιτο, ὅτι ἐν τῷ συμμετροτάτῳ πρὸς ἑκάτερα· εἰ δὲ ἐν χειμῶνι, ὅτι ἐν τῷ ἐρρωμενεστάτῳ καὶ ἀνδρειοτάτῳ, ὡς ἂν εἴποι τις, καιρῷ· εἰ δ’ ἐν θέρει, ὅτι πρὸς ἄσκησιν καὶ 〈ἡ〉 θεωρία τῶν θεωμένων κατεστάθη, καὶ ὅτι ἔλεγχος τῆς προαιρέσεως, [ὡς] καὶ μὴ ὄντων ἀθλητῶν τοὺς θεωμένους ἀγωνίζεσθαι. ἔχοις δ’ ἂν καὶ τὸ φθινόπωρον ἐπαινεῖν καὶ [ὅτι] ἀπὸ συγκομιδῆς τῶν καρπῶν καὶ ἀπὸ τοῦ ἤδη παύεσθαι τοὺς ἀνθρώπους τῶν πόνων.