Ancient Greek
Μέθοδος ἐπιθαλαμίου
Dionysius of Halicarnassus, Ars Rhetorica 3-4
Not analysed yet
Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ |Ὁμηροῦ παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα. παῖδες γένοιντο, ὡς καὶ τούτων ἐπιδεῖν γάμους καὶ ᾆσαί τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγω.