Ancient Greek
Περὶ ἐσχηματισμένων β
Dionysius of Halicarnassus, Ars Rhetorica 3-9
Not analysed yet
Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ οσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον λέγειν, ἵν’ ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ |παρρησίᾳ τῆς παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥςτε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη παραδιδομένη· Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα, τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἤ τι μεταστρέψεις; ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς; μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα Διὶ μῦθον.