Ancient Greek
Μέθοδος γαμηλίων
Dionysius of Halicarnassus, Ars Rhetorica 4-2
Not analysed yet
Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν |γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥςπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.