Ancient Greek
Προτρεπτικὸς ἀθληταῖς
Dionysius of Halicarnassus, Ars Rhetorica 4-6
Not analysed yet
Τούτων δὲ τῶν ἀφορμῶν τάχα ἄν τινες καὶ εἰς τὸν πανηγυρικὸν λόγον ἁρμόζοιεν, τοιούτων προσώπων πανηγυριζόντων καὶ τοιούτων ποιοτήτων ἐμπεριειλημμένων. τοιαύτης δὲ τῆς προκαταστάσεως γενομένης ὑποβλητέον καὶ τὸν περὶ τῶν πανηγύρεων καθόλου λόγον ἔπαινον ἔχοντα τῶν προκαταστησαμένων, ὅτι τῶν πολέμων καὶ τῶν πρὸς ἀλλήλους διαφορῶν καταπαύσαντες τὰς πό|λεις συνήγαγον ὥςπερ εἰς μίαν πόλιν τὴν πατρίδα πάντων, ὡς κοινῇ συνελθόντας θύειν καὶ ἑορτάζειν λήθην ἁπάντων τῶν πρότερον ποιησαμένους· καὶ οὐ ταῦτα ἀπέχρησε μόνον, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα μυρία ἐπὶ μυρίοις προέθεσαν, οὐκ εἰς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ πρὸς ὠφέλειαν· διὰ μὲν τῶν μουσικῶν ἀκροαμάτων παιδεύοντες ἡμᾶς, διὰ δὲ τῶν γυμνικῶν συνασκοῦντες εἰς τοὺς πολέμους. καλὸν μὲν οὖν καὶ τοῖς ἐπιδημοῦσι σπουδάζειν περὶ τὴν θέαν, πολὺ δὲ κάλλιον τοῖς ἀγωνιζομένοις αὐτοῖς. τοῖς μὲν γὰρ πρόσκαιρος ἡ τέρψις, τοῖς δὲ ἀθάνατος ἡ δόξα· καὶ παραχρῆμα μὲν γίνεται ἑκάστῳ τούτων εὐφημεῖσθαι καὶ δακτυλοδεικτεῖσθαι ἐπὶ τοῖς καλλίστοις, νικᾶν, στεφανοῦσθαι, ἀναγορεύεσθαι, διὰ μιᾶς πράξεως καὶ νίκης οὐ μιᾶς πόλεως γενόμενον ἀλλὰ σχεδὸν ἁπάσης τῆς οἰκουμένης· ἕκαστος γὰρ τῶν παρόντων τῆς ἀρετῆς ἀποδεχόμενος τῇ εὐνοίᾳ ὡς πολίτην αὑτοῦ προσοικειοῦται, τὸ τοῦ Ὁμήρου δὴ τοῦτο· ἐρ|χόμενον δὲ ἀνὰ τὴν πανήγυριν θεὸν ὣς εἰσορόωσιν, οὐ μόνον γε ἀλλὰ καὶ μετὰ τὴν πανήγυριν, ὁπόταν αὐτὸν ἴδωσι μόνον. καὶ ἀγωνιζομένῳ ταῦτα καθ’ ἕκαστον ἀγῶνα· παυσαμένῳ δὲ παραμένουσιν τὸν βίον σύμπαντα οἱ καρποὶ 〈οἱ〉 ἀπὸ τῆς νίκης, τὴν περιουσίαν τοῦ βίου ἄφθονον παρέχοντες· μετὰ δὲ τὴν τελευτὴν ἡ μνήμη 〈ἡ〉 ἀπὸ τῶν ἀνδριάντων καὶ τῶν εἰκόνων εἰς τὸ ἀνάγραπτον ἔχειν τὴν δόξαν οὐκ ἐν ταῖς μνήμαις σῳζομένην μόνον, ἀλλὰ καὶ διὰ τῶν συγγραμμάτων συμπαραμένουσαν ἅπαντι τῷ χρόνῳ.