Ancient Greek
Προτρεπτικὸς ἀθληταῖς
Dionysius of Halicarnassus, Ars Rhetorica 5-6
Not analysed yet
Εἶτα ἐπὶ τούτοις προσάξεις καὶ τὸν περὶ τῆς πόλεως λόγον, ὅτι καὶ διὰ τὴν πόλιν αὐτὴν σπουδαστέον περὶ τὸν ἀγῶνα. σύμμετρος δὲ γινέσθω ὁ ἔπαινος, ἐπειδὴ οὐ περὶ αὐτοῦ νῦν πρόκειται. ἀφορμαὶ δὲ εἰς τοῦτο ἔσονται δήπου ἱκαναὶ αἱ προειρημέναι ἐν ταῖς περὶ τοῦ πανηγυρικοῦ λόγου μεθόδοις. ὁμοίως δὲ καὶ περὶ αὐτῆς τῆς πανηγύρεως ἐρεῖς ἐφεξῆς, καὶ πόθεν ἤρξατο, καὶ τίς ὁ |καταστήσας, καὶ τίνων θεῶν ἐπάγεται, καὶ τίς ὁ ἐπώνυμος αὐτῆς· καὶ ἔπαινος διὰ βραχέων ἀπὸ τῶν αὐτῶν ἀφορμῶν τῶν ἐκεῖ παραδεδομένων. ἀναγκαῖον δὲ ἐνταῦθα γενόμενον καὶ σύγκρισιν ποιήσασθαι πρὸς τοὺς ἄλλους ἀγῶνας. ἡ δὲ σύγκρισις ἔσται καὶ ἀπὸ τόπου τοῦ ἀγῶνος, οἷον 〈ὅτι ἐνδοξότατος, καὶ〉 ἀπὸ χρόνου, ὅτι ἀρχαιότατος· ἢ εἰ νέος, ὅτι ὅσον τῷ χρόνῳ ὑποδεῖ, τοσοῦτον τῇ δόξῃ προέχει· καὶ ὅτι εἰ νῦν περισπούδαστός ἐστι, πολλῷ περισπουδαστότερος ἔσται λαβὼν τὸν χρόνον. εἰ θεὸς εἴη ὁ ἐπώνυμος, τὰ προσόντα τῷ θεῷ· εἰ τῶν ἡρώων τις, ὁμοίως τὰς πράξεις· εἰ ἐπιτάφιος, ὅτι καὶ αὐτὸς διὰ τὴν ἀρετὴν τοῦ ἀγῶνος καὶ τῆς τούτου θέσεως ἠξιώθη. ἔτι καὶ τὴν πόλιν παραβαλεῖς πρὸς τὰς ἄλλας, ἀπὸ μεγέθους, ἀπὸ κάλλους, ἀπὸ οἰκιστοῦ, ἀπὸ οἰκειώματος· εἴρηται |δὲ καὶ ταῦτα ἤδη. τούτων δὲ ῥηθέντων οἰκειότατα ἂν ἐπαχθείη ὁ πρὸς τοὺς ἀθλητὰς λόγος κατὰ τὸν Θουκυδίδην· Περὶ τοιαύτης οὖν πόλεως καὶ τοιούτου ἀγῶνος πολλοὶ μὲν καὶ ἄλλοι καὶ πάλαι ἐφιλοτιμήσαντο καὶ ἐσπούδασαν νικηφόροι γενέσθαι.