Ancient Greek
Τέχνη περὶ τῶν πανηγυρικῶν
Dionysius of Halicarnassus, Ars Rhetorica 5
Not analysed yet
Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ |σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.