Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 6-5
Not analysed yet
Ποιεῖ δὲ αὐτὸ πῶς; ἀκούσωμεν τῆς λέξεως τοῦ ῥήτορος· φησὶ γὰρ ὧδε· Βούλομαι δὲ πρὸ πάντων, ὧν μέλλω λέγειν, μνημονεύοντας ὑμῶν οἶδ’ ὅτι τοὺς πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν αὑτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον, καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν· ἵν’ εἰδῆτε, ὅτι τοῖς ὑφ’ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μά|λιστα ἐξελεγχθήσεται δῶρα ἔχων. ἔστι τοίνυν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ προεστηκότων· καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον πολέμου· καὶ ἀπαγγέλλων μετὰ ταῦτα ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ μακροὺς λόγους, 〈οὓς〉 ἐν τοῖς μυρίοις ἐν τῇ Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι· καὶ διεξιών, ἡλίκα τὴν Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου τούτου τότε καὶ τοῦτο τὸ δεῖγμα ἐξενηνοχότος περὶ αὑτοῦ τοὺς περὶ τῆς εἰρήνης πρέσβεις πέμπειν ὡς Φίλιππον ἐπεί|σθητε ὑπὸ Ἀριστοδήμου καὶ Nεοπτολέμου καὶ τῶν ἄλλων τῶν ἐκεῖθεν ἀπαγγελλόντων οὐδ’ ὅ τι οὖν ὑγιές, γίνεται τῶν πρέσβεων τούτων εἷς καὶ οὗτος, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα οὐδ’ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, ἀλλ’ ὡς τῶν φυλαξόντων τοὺς ἄλλους. διὰ γὰρ τοὺς προειρημένους λόγους καὶ τὴν πρὸς Φίλιππον ἀπέχθειαν ταύτην εἰκότως περὶ αὐτοῦ πάντες εἴχετε τὴν δόξαν. αὕτη μὲν ἡ μέθοδος τοῦ συγκατασκευάσαι· ἤδη γὰρ τὸν δῆμον συνεπεσπάσατο ὡς συνεξηπατημένον ἑαυτῷ ὁ Δημοσθένης. εἶτ’ ἐπήγαγεν τῆς τέχνης τὸ δεινόν· προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν μιαρὸν καὶ λίαν ἀναιδῆ φυλάξομεν ἀμφότεροι τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο. καὶ μέχρι τοῦ δεῦρο ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν. ὡς θαυμαστή γε ἡ τέχνη· πάντας αὐτοὺς ἐξηπατημένους ἀπε|δειξεν. ἐπήγαγεν δὲ εὐθὺς τὸ ὁμοίως γὰρ ὑμεῖς ἐξηπάτησθε κἀγώ, διὰ μέσου τὸ περὶ Φιλοκράτους εἰπών· αὐτὸς ἐφ’ αὑτὸν ἤγαγεν τὴν αἰτίαν, ἁπλότητος προσχήματι κλέπτων τὴν πανουργίαν τῆς κατασκευῆς τῷ λέγειν ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν, ἀλλὰ μὴ φάναι κἀμέ, ἵνα μὴ δοκῇ τὸ πᾶν ἐπιχείρημα οἰκείας διοικήσεως ἐξειργάσθαι. οὕτω μὲν ἕτερα προτείνων ἕτερα κατασκευάζει ὁ Δημοσθένης· καὶ ἑξῆς τὸ αὐτὸ ποιεῖ ἐν τῷ λόγῳ καὶ πάλιν ἑξῆς καὶ ἄχρι τέλους τοῦ παντὸς ἀγῶνος. τοῦτο μέν σοι δικανικῶν λόγων τὸ παράδειγμα [λόγων ἐσχηματισμένων], ἕτερα προτεινόντων, ἕτερα κατασκευαζόντων.