Ancient Greek
Περὶ ἐσχηματισμένων ᾱ̄
Dionysius of Halicarnassus, Ars Rhetorica 7-5
Not analysed yet
Συμβουλευτικῶν δὲ πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν δι’ ὅλου τὴν τοιαύτην τέχνην ἐξεργάζεται. ἔχει δὲ οὕτως· οἱ μὲν Ἀθηναῖοι ὡρμήκασι μὲν πρὸς βασιλέα τῶν Περσῶν, τοιαῦτα τῶν ῥητό|ρων συμβουλευόντων καὶ ἐπαιρόντων αὐτοὺς ἐκ τοῦ ἐπαινεῖν τοὺς προγόνους καὶ μεμνῆσθαι τῶν πεπραγμένων πρὸς τοὺς βαρβάρους ἔργων, πρὸς δὲ τὸν Φίλιππον τὸν τῶν Μακεδόνων βασιλέα ὀκνοῦσι πολεμεῖν. ὁ δὲ Δημοσθένης αὐτὰ τὰ ἐναντία πρὸς μὲν τὸν βασιλέα πολεμεῖν αὐτοὺς οὐ βούλεται, πρὸς δὲ τὸν Φίλιππον βούλεται. ὁρᾷς δύο ὑποθέσεις ἐναντίας ἀλλήλαις; πῶς οὖν τοῦτο ποιεῖ; διπλῷ γὰρ τῷ σχήματι χρῆται. πρὸς μὲν τὸν βασιλέα οὔ φησι μὴ δεῖν πολεμεῖν, ἀλλὰ μηδέπω πολεμεῖν· εἰ γὰρ ἁπλῶς ἐκέλευε μὴ πολεμεῖν, οὐκ ἂν αὐτῷ προσεῖχον τὸν νοῦν, ὡρμηκότες πρὸς τὸν πόλεμον. ὃ δὲ φησὶ μὲν πολεμεῖν δεῖν, ἐνδιδοὺς αὐτοῖς ὃ βούλονται· πρότερον δὲ ἀξιοῖ παρασκευάζεσθαι, ἵνα ἀσφαλέστερος καὶ δικαιότερος ὁ πόλεμος γένοιτο, τέχνῃ τοῦτο ποιῶν. οἶδεν γὰρ ὅτι ἡ ἀναβολὴ ἐκλύσει τὴν ὁρμήν. καὶ εὐθύς γε μετὰ τὸ προοίμιον κλέπτων τὸ δοκεῖν συναγορεύειν βασιλεῖ τί φησιν; ἐγὼ νομίζω κοινὸν |ἐχθρὸν ἁπάντων τῶν ὄντων Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν αἴρεσθαι. οὕτω μὲν ἐπέχει τὴν ὁρμήν, 〈τῇ〉 αὐτῇ τέχνῃ Θουκυδίδῃ χρώμενος. καὶ γὰρ παρὰ τῷ Θουκυδίδῃ Ἀρχίδαμος, ὅν φησιν ὁ Θουκυδίδης συνετὸν εἶναι καὶ σώφρονα, ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμημένους πρὸς τὸ πολεμεῖν τοῖς Ἀθηναίοις, οὐχὶ μὴ πολεμεῖν κελεύει (ᾔδει γὰρ οὐ πεισομένους), ἀλλὰ μηδέπω τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι. οὕτω μὲν γάρ, ὅ περ ἔφαμεν, ἐμποδίζει τὴν ὁρμὴν αὐτῶν ὁ Δημοσθένης ὁμοίως τῷ Θουκυδίδῃ. διδάσκει δὲ προελθὼν τοῦ λόγου τὸν τρόπον ***ἧς παρασκευασθείσης εὐτρεπὴς γίνεται κατὰ Φιλίππου. καὶ οὕτως ἑκάτερος ὁ λόγος τεχνικῶς περαίνεται τῷ Δημοσθένει, τῷ βασιλεῖ μὲν μηδέπω πολεμεῖν, τῇ δὲ ἐπὶ βασιλέα παρασκευῇ ἔχειν χρῆσθαι κατὰ Φιλίππου. οὕτω μὲν δι’ ὅλου τοῦ λόγου τοῦ συμβουλευτικοῦ ἕτερα προτείνεται καὶ ἕτερα κατασκευάζεται, καὶ ὑπόθεσις ὑποθέσει συμπλέκονται. ἔχεις δύο . ταῦτα παραδείγματα ἀγώνων ἑτέρων προτεινομένων, ἑτέρων συγκατασκευαζομένων, τὸ μὲν δικανικοῦ εἴδους, τὸ δὲ συμβουλευτικοῦ.