Ancient Greek
Περὶ λόγων ἐξετάσεως
Dionysius of Halicarnassus, Ars Rhetorica 6-7
Not analysed yet
Δεῖ προσελθεῖν τούτοις καὶ ἡλικίαν, καὶ τὰ τέσσαρα ἓν γενέσθαι· πατήρ, βάρβαρος, Σκύθης, νέος. οὐ γὰρ τὰ αὐτὰ ἤθη διασῴζονται νέοι καὶ πατέρες ὄντες καὶ πρεσβῦται γενόμενοι, ἀλλὰ γίνεται τὰ μὲν τῶν πρεσβυτέρων ἤθη μαλακώτερα, τὰ δὲ τῶν νεωτέρων ἀκμαιότερα. ὡς αὕτως καὶ εἰ ἀδελφὸν λέγοις, καὶ εἰ γυναῖκα λέγοις, καὶ εἰ ἄνδρα καὶ εἰ υἱόν. Ἐντεῦθεν τὸ οἰκεῖον ἦθος τῆς προαιρέσεως ἐξετάζεται· φιλόστοργος, ἀλλὰ τραχύς, ἀλλὰ σκληρός, ἀλλὰ φιλάργυρος, ἀλλὰ ἀνειμένος. ἡ προαίρεσις συντρέχει παντὶ ἤθει. Εἶτα ἀπὸ τύχης· εὖ πράττων, κακῶς πράττων· οὐ γὰρ ταὐτὰ ἤθη ἐστίν, ἀλλὰ ἡ τύχη ῥυθμίζει. Εἶτα καὶ ἐπιτήδευσις· ἔστι γοῦν καὶ ἀπὸ ἐπιτηδευμάτων· οἱ στρατιῶται ἔχουσίν τι ἀπὸ τῆς στρατιωτικῆς, οἱ ἰατροὶ ἀπὸ τῆς ἰατρικῆς, οἱ ῥητορικοὶ ἀπὸ τῆς ῥητορικῆς, καὶ οἱ γεωργοὶ ἀπὸ τῆς γεωργικῆς. εὑρήσεις τὸν ἰατρὸν διαλεγομενον λέγοντα· δεῖ τοῦτο ἐκκαθᾶραι, ἐκτεμεῖν αὐτό. εὑρήσεις τὸν μουσικὸν λέγοντα· παρὰ μέλος λέγεις, οὐ συνᾴδει τὰ λεγόμενα. παρὰ τῷ Πλάτωνι ὁ Δημόδοκος λέγει πρὸς Σωκράτην· ἐμοὶ γάρ, ὦ Σώκρατες, ἡ τούτου τοῦ παιδὸς εἴτε φυτείαν εἴτε παιδοποιίαν χρὴ φάναι· τοῦτο δὲ οὐ χρὴ νομίζειν ὅτι μεγάλῃ τῇ φωνῇ χρῆται ὁ Πλάτων, ἀλλ’ ἐπειδὴ ὁ Δημόδοκος ἐργατικὸς καὶ γεωργικός, φωνὰς ἀφίησι τῆς τέχνης.