Ancient Greek
Περὶ λόγων ἐξετάσεως
Dionysius of Halicarnassus, Ars Rhetorica 5-9
Not analysed yet
Καὶ ὅλως τί δεῖ ταῦτα ἐπιλέγεσθαι; μεστὰ γὰρ τὰ βυβλία τῶν τοιούτων ἐστίν. Ἰδοῦ διαίρεσις τοῦ ἔθνους· Ἑλληνικὸν ἢ βάρβαρον τὸ ἦθος. ἀλλὰ θῶμεν εἶναι Ἑλληνικὸν ἢ θῶμεν βάρβαρον, πάλιν καταδιαιρέσεις τῶν ἠθῶν· καὶ δεῖ συνελθεῖν ἀμφότερα, καὶ τὸν βάρβαρον καὶ τὸν Θρᾷκα τὸν φονικόν, καὶ τὸν βάρβαρον καὶ τὸν Σκύθην τὸν σύντομον. πάλιν Ἑλληνικὸν θῶμεν τὸ |ἦθος. ἔστω Ἕλλην· ποῖόν τι ἔθνος Ἑλλήνων; Ἕλλην Ἀθηναῖος· τορός, λάλος, σοφός. Ἕλλην Ἴων· ἁβρός, ἀνειμένος. Ἕλλην Βοιωτός· εὐήθης. Ἕλλην Θετταλός· διπλοῦς καὶ ποικίλος. ἐντεῦθεν καὶ ἄνθρωποι φιλοσοφοῦντες τοῦτο καὶ ἐφιστανόμενοι τῇ φύσει τῶν πραγμάτων τὰ ἔθνη λοιδορίας ποιοῦνται, οὐκ ἐχόντων τῶν ἐθνῶν τὰς λοιδορίας ἀλλ’ ἐκ τῶν ἐπιπολαζόντων ἠθῶν τοῖς ἔθνεσιν τὰς βλασφημίας λαμβάνοντες. ὡς καὶ Δημοσθένης· οὐκ εἰσάγει ἰσχυρὸν εἶναι τὸν Θρᾷκα τοῦτον; καὶ ἡ διαβολὴ ἐν τῷ τὸν Θρᾷκα. καὶ τί δεῖ τὰ ἄλλα λέγειν; καὶ γὰρ ὁ Πλάτων φησὶ παγκάλως, ὅτι κατὰ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ τῶν ἠθῶν αἱ κράσεις· καὶ διὰ τοῦτο τινὰς μὲν ἀνθρώπους εἶναι φησὶ πρὸς μαθήματα ὀξυτέρους, τοὺς περὶ τὴν Ἐλλάδα· τοὺς δὲ πρὸς ἀργυρισμόν, τοὺς περὶ τὴν Φοινίκην καὶ Αἴγυπτον· ἄλλοι περὶ θυμόν, ὅσοι τῶν βαρβάρων εἰσὶ πολέμοις ἀνακείμενοι. καὶ εἰκότως ταῦτα λέγει. καὶ γὰρ τὰ ἤθη φησὶν ἐνδύεσθαι τοῖς τόποις καὶ τοῖς ἔθνεσιν ἀπὸ τῶν καθ’ ἕνα, καὶ διὰ τοῦτο ὅσα πολιτειῶν εἴδη, τοσαῦτα ἠθῶν εἴδη, ὡς τὰς πολιτείας ἀπὸ τῶν ἠθῶν τά τε ἤθη ἀπὸ τῶν πολιτῶν γιγνόμενα. ὁρῶμεν οὖν ἀπὸ ἔθνους· διπλοῦν δὲ τὸ ἔθνος, Ἕλλην ἢ βάρβαρος. μετὰ τὸ κοινὸν ἐρχόμεθα ἐπὶ τὸ ἴδιον· Ἀθηναῖος ἢ Λάκων ἢ Βοιωτὸς ἢ Ἴων, ἢ Σκύθης ἢ Θρᾷξ ἢ Κελτὸς ἢ |ἀπὸ Ἰβηρίας ἢ Αἰγύπτιος. Δεῖ οὑν συνελθεῖν τιν’ ἰδιότητα ἀπὸ γένους. 〈ὑπὸ〉 τὸ γένος ἐστὶ τὰ τῆς συγγενείας ὀνόματα· πατὴρ βάρβαρος, καὶ βάρβαρος Κελτός, καὶ βάρβαρος Σκύθης· καὶ πατὴρ Ἕλλην· καὶ Ἕλλην πατὴρ Λακεδαιμόνιος, καὶ ὅδε πατὴρ Ἀθηναῖος.