Ancient Greek
Περὶ ἐσχηματισμένων β
Dionysius of Halicarnassus, Ars Rhetorica 8-4
Not analysed yet
ἐλέγομεν ἐκείνην εἶναι τὴν μέθοδον, τὸ ἑτέροις διαλεγόμενον ἑτέρων καθάπτεσθαι, τὸ ἀσφαλὲς τοῦ μὴ προσκρούειν τῇ ὑπαλλαγῇ τοῦ προσώπου ἐνδιοικούμενον. καὶ τοῦτο Ὅμηρος ἔδειξεν ἐν Ὀδυσσέως λόγῳ. ὁ γὰρ Ὀδυσσεὺς πρὶν συναγαγεῖν τοὺς ὄχλους εἰς τὴν ἐκκλησίαν, ἵνα δημηγορήσῃ περὶ τῆς μονῆς, ὅτε τὴν ἀπόπειραν ὁ Ἀγαμέμνων ἐποιήσατο, 〈ἄκουε〉 οἷον λέγει· Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη, τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· Δαιμόνι’, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι· ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. |οὐ γάρ πω σάφα οἶσθ’, οἷος νόος Ἀτρείδαο· νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν. ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν. μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος. τιμὴ δ’ ἐκ Διός ἐστι· φιλεῖ δέ ἑ μητίετα Ζεύς. Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ. ταύταις ταῖς ἐπιτιμήσεσι συνάγει καὶ τοὺς βασιλέας. ὁ μὲν δὴ ἐντυγχάνων τοῖς βυβλίοις οἴεται, ὅπερ καὶ προείρηκεν Ὅμηρος, τοῦτο ποιεῖν αὐτόν, τοῖς βασιλεῦσι φιλοφρόνως διαλέγεσθαι, τοῖς δὲ δήμοις πικρότερον καὶ σφοδρότερον. ὃ δὲ ποιεῖ Ὀδυσσεὺς ὁ Ὁμήρου, οὐδεὶς ὁρᾷ. ἃ γὰρ ἐβούλετο καθάψασθαι τῶν βασιλέων, τῷ δήμῳ διελέγετο· ἃ δ’ ἐβούλετο ἐπιτιμῆσαι τῷ δήμῳ, τοῖς βασιλεῦσιν διελέγετο. ἢ εἰπάτω μοί τις, τί ἔδοξεν τῷ Ὀδυσσεῖ τοῖς δημόταις λέγειν οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί. οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ἢ τί ἔδοξεν τοῖς βασιλεῦσιν ἐπιτιμῶντα λέγειν ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν. νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν. ταῦτα δὲ οὐ τοῖς δημόταις λέγει, ἀλλὰ τοὺς βασιλέας ἀναμιμνῄσκει. γέγονεν οὖν ὁ λόγος 〈ὁ〉 πρὸς ἑκατέρους ἑκατέροις κοινός. καὶ τὴν ἐξήγησιν ἐπάγει Ὅμηρὸς τῶν ἐσχηματισμένων τούτων λόγων δι’ ὀνόματος ἑνός, ὃ οὐδὲ ὁρῶσιν οἱ ἀναγινώσκοντες· Ὅμηρὸς δὲ ὑπὸ φιλανθρωπίας ἐξηγήσατο· ὡς ὅ γε κοιρανέων δίεπε στρατόν. τί ἐστι τὸ κοιρανέων; ὡς κοίρανος διαλεγόμενος; οὐ δή που, ἀλλὰ τὸ στρατήγημα τῶν λόγων· οὕτως ὀνομαζῶν κατ’ ἐξήγημα τοῦ στρατηγήματος διὰ τοῦ κοιρανέων δίεπε στρατόν. ἡ γὰρ διοίκησίς ἐστι τέχνη ἐν τῷ ὀνόματι λεγομένη. |