Ancient Greek
Περὶ ἐσχηματισμένων β
Dionysius of Halicarnassus, Ars Rhetorica 9-2
Not analysed yet
Ἴωμεν τοίνυν ἐπὶ τὰ πεζὰ παραδείγματα. Δημοσθένης διδάσκει ἡμᾶς εὐπρεπῶς διαλέγεσθαι, ἃ βούλεταί τις, καὶ οἶδεν τοῦ σχήματος τούτου τὸ ὄνομα· λέγει δὲ ἐν τῷ περὶ τοῦ στεφάνου ὧδὲ τῇ λέξει· ἐπειδὰν ἔλθωσι μὲν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρῆσθαι τῷ πράγματι παραινῶ, τούτῳ μοι πάνυ προσέχετε τὸν νοῦν. εἶτα ἐπάγει ὥςπερ διδάσκαλος παραδιδοὺς μαθητῇ τὴν διοίκησιν· μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν ἐκείνοις, ἂν κελεύωσιν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ’κεῖνοι τὸ μέλλον 〈προορωμένων〉· ἵν’ ἐὰν μὲν δέχωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διοικούμενοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν· ἂν δ’ ἄρα μὴ τύχῃ, ἐκεῖνοι μὲν ἑαυτῶν 〈κατηγορῶσιν〉, ἄν τι ἐξαμαρτάνωσιν, ἡμεῖς δὲ μηδὲν 〈ἂν〉 αἰσχρὸν μηδὲ κακὸν ὀφθείημεν πεπεισμένοι. |