Ancient Greek
8 to 9
Dionysius of Halicarnassus, Ars Rhetorica 8-5-9
Not analysed yet
ἔνια τῶν ὀνομάτων τοῖς τότε καιροῖς συνήθη ἦν καὶ γνώριμα, ὧν νῦν ἡ χρῆσις ἐξερρύηκεν· ἐκεῖνοι μὲν οὖν ὡς γνωρίμοις ἐχρῶντο, ἡμεῖς δ’ ἂν αὐτὰ εἰκότως ἐκκλίνοιμεν. δευτέρα αἰτία· ἔνια τῶν πραγμάτων τῷ μὴ πολλάκις συνήθη τοῖς ἀνθρώποις εἶναι ἀήθη πάντα ἔσχεν καὶ τὰ ὀνόματα, οἷον τὸ περὶ τοὺς ὀδόντας πάθος, ὅταν ὑπό τινος δριμέος ἢ στριφνοῦ μὴ οἷοί τε ὦσιν τέμνειν οἱ ὐδόντες ὥςπερ φρίττοντες. τοῦτο γὰρ σπανίως συμβαίνει· σπανία δὴ καὶ ἡ χρῆσις τοῦ ὀνόματος. ἡμεῖς δὲ ἐκκυκλοῦμεν ἀεὶ τὰ τοιαῦτα ὀνόματα.