Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 10-3
Not analysed yet
τρίτη δὲ αἰτία ἐκείνη· ἐνίοτε λέγουσιν τὰ σπάνια τῶν ὀνομάτων κατὰ μίμησιν τὴν πρὸς ἑτέρους, καθάπερ ἐν ἰδιώματι κωμῳδίας. ἡμεῖς δὲ οὔτε παίζοντες οὔτε |ἀνάγκῃ κατακλειόμενοι θηρῶμεν τὰ ὀλίγα ταῦτα ὀνόματα, ὀψιμαθίᾳ καὶ ἀπειροκαλίᾳ τοῖς αἰσχίστοις τῶν παθῶν περιπεπτωκότες. Ἔτι κἀκεῖνο πλημμέλημα ἐν τῇ λέξει τὸ ὑπὸ φιλοτιμίας πᾶσι χρῆσθαι τοῖς εἰρημένοις ὀνόμασι πανταχοῦ, τὸν καιρὸν μὴ προστιθέντα, οἷον λέγω ἱστορικόν που ὄνομα, διαλεκτικόν, ποιητικόν, ἐκ τραγῳδίας ἢ κωμῳδίας φθέγγεσθαι ὄνομα. ἔστιν δὲ τοῦτο παιδείας μὲν ἴσως ἔνδειξις, χρήσεως δὲ ἀπειρία. δεῖ γὰρ διακρίνειν, τίνα δικανικά τε τῶν ὀνομάτων, τίνα διαλεκτικὰ καὶ τίνα ἱστορικά, καὶ τίνα ποιητικὰ ἑκατέρας τῆς ποιήσεως, καὶ ἐπιλέγεσθαι τὰ πολιτικὰ πανταχόθεν· εἰ δὲ μή, καὶ γελοῖοι καὶ ἐπίφθονοι φανούμεθα· οὐχ ὡς οὐκ ἔστι που καὶ διαλεκτικὸν ὄνομα καὶ ἱστορικὸν καὶ ποιητικὸν ἐν τοῖς πολιτικοῖς βυβλίοις, ἀλλ’ ἐπίστασθαι δεῖ καὶ τὸν καιρὸν τῆς χρήσεως καὶ τὴν διοίκησιν. ἔστιν δὲ ὁ μὲν καιρὸς ἐκεῖνος, ὅταν ἐναργέστερόν τι ὄνομα ᾖ ἀπὸ ποιήσεως ἢ διαλεκτικῆς ἢ ἱστορικῆς, χρῆσθαι, |ὡς ὁ ῥήτωρ, πρὸς τὴν ἐνέργειαν. ἡ δὲ διοίκησις ἐκείνη, τὸ προεξηγήσασθαι καὶ τοῖς προταχθεῖσιν ἢ ἐπιφερομένοις οὖσι γνωρίμοις ἀφανίσαι τὴν καινότητα τοῦ ὀνόματος καὶ ὁμολογίᾳ χρῆσθαι τοῦ τὸ ῥῆμα ἐξ ἄλλης ἰδέας λόγων εἶναι· ἱκανὴ γὰρ 〈ἡ〉 ὁμολογία καὶ παραμυθία τῆς καινότητος. ταῦτα καὶ ἔτι πλείω τούτων κατὰ λέξιν ἁμαρτάνομεν.