Ancient Greek · ~4 min
Chapter 57
Dionysius of Halicarnassus, De Demosthenis dictione 57
Not analysed yet
57 τὸ δὲ φάσκειν φορτικοῖς καὶ ἀηδέσι τοῖς ὀνόμασιν αὐτὸν κεχρῆσθαι πόθεν ἐπῆλθεν αὐτῷ ,ὑπὲρ πάντα ἔγωγε τεθαύμακα. οὐδὲν γὰρ εὑρίσκω τούτων παρὰ Δημοσθένει κείμενον, ὧν εἰρηκέναι φησὶν αὐτὸν Αἰσχίνης, οἷον ὅτι ῾οὐ δεῖ τῆς φιλίας ἀπορρῆξαι τὴν συμμαχίανʼ καὶ ὅτι ῾ἀμπελουργοῦσί τινες τὴν πόλινʼ καὶ ῾ὑποτέτμηται τὰ νεῦρα τοῦ δήμουʼ καὶ ῾φορμορραφούμεθαʼ καὶ ῾ἐπὶ τὰ στενά τινες ὥσπερ τὰς βελόνας διείρουσινʼ, οἷς αὐτὸς ἐπιτίθησι διακωμῳδῶν· ῾ταῦτα δέ, ὦ κίναδος, τί ἐστι; ῥήματα ἢ θαύματα; ʼ οὐδέ γε ἄλλα τινὰ φορτικὰ καὶ ἀηδῆ ὀνόματα ἐν οὐδενὶ τῶν Δημοσθένους λόγων εὑρεῖν δεδύνημαι καὶ ταῦτα πέντε ἢ ἕξ μυριάδας στίχων ἐκείνου τοῦ ἀνδρὸς καταλελοιπότος. εἰ μέντοι τινὲς ἐν τοῖς ψευδεπιγράφοις εἰσὶ λόγοις ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τοῖς κατʼ Ἀριστογείτονος θ΄ καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων καὶ ἐν τῷ περὶ τοῦ μὴ ἐκδοῦναι Ἅρπαλον καὶ ἐν τῷ κατὰ Νεαίρας καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν ἐν ἄλλοις τε ὀυχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ τὰ περὶ Δημοσθένη. καὶ περὶ μὲν ὧν Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά.