Ancient Greek
Chapter 58
Dionysius of Halicarnassus, De Demosthenis dictione 58
Not analysed yet
ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν οἳ δʼ ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε δή, οἷά ἐστι ταυτί· ῾Φιλίππῳ δʼ ἐξεσίαι καὶ πράττειν καὶ ποιεῖν, ὅ τι βούλεταιʼ καὶ ῾τὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτʼ ἐστίν, οὐδὲ γιγνώσκωνʼ καὶ ῾τῆς ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσηςʼ καὶ πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῇρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὁρθῶς λέγουσι· κέχρηται γὰρ αὐτῷ χρησίμως ὁ ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δʼ ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, διʼ ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλʼ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν, ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται, τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν ἡ πλείστη τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην οὐχ ἡ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ ὁ πλεονασμὸς ἐνίων ὀνομάτων, ᾧ καὶ ὁ Δημοσθένης κέχρηται. ἔφερον δʼ ἄν σοι παραδείγματα τῶν εἰρημένων, εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ δῆτα λέγων. ταῦτα, ὦ κράτιστε Ἀμ|μαῖε, γράφει εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς αὐτοῦ δεινότητος, ἔτι μείζονος ἢ τοῦδε καὶ θαυμαστοτέρου θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν σοι τὸν λόγον.