Ancient Greek · ~3 min
Section 4
Dionysius of Halicarnassus, Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον 4
Not analysed yet
ὅταν μὲν οὖν μίαν λέξιν εἴτε ὀνοματικὴν εἴτε ῥηματικὴν ἐν πλείοσιν ὀνόμασιν ἢ ῥήμασιν ἐκφέρῃ περιφράζων τὴν αὐτὴν νόησιν, τοιαύτην ποιεῖ τὴν λέξιν· ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. καὶ μὴν ἐν τῷ ἐπιταφίῳ γέγραφεν· οὐδʼ αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται· καὶ γὰρ ἐν τούτοις τὸ σύντομον ποιεῖ τὸν λόγον τοιοῦτον, ὡς ἐπὶ τοῦ Λακεδαιμονίου Βρασίδα τέθηκεν, ὅτε μαχόμενος περὶ Πύλον ἀπὸ τῆς νεὼς τραυματίας γενόμενος ἐξέπεσεν· πεσόντος δὲ αὐτοῦ φησίν εἰς τὴν παρεξειρεσίαν ἡ ἀσπὶς περιερρύη. βούλεται γὰρ δηλοῦν· πεσόντος δὲ αὐτοῦ ἔξω τῆς νεὼς ἐπὶ τὰ προέχοντα μέρη τῆς εἰρεσίας .