Ancient Greek · ~2 min
Section 5
Dionysius of Halicarnassus, Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον 5
Not analysed yet
ἐν οἷς δὲ τὰ ῥηματικὰ μόρια τῆς λέξεως ὀνοματικῶς σχηματίζει, τοιαύτην ποιεῖ τὴν φράσιν· ἔστιν δὲ αὐτῷ πρὸς Ἀθηναίους ὁ Κορίνθιος ἐν τῇ πρώτῃ βύβλῳ τάδε λέγων· δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν, παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε. τὸ γὰρ παραινεῖν καὶ ἀξιοῦν ῥήματα ὄντα ὀνοματικὰ γέγονεν παραίνεσις καὶ ἀξίωσις. ταύτης ἐστὶ τῆς ἰδέας ἥ τε οὐκ ἀποτείχισις τοῦ Πλημμυρίου ἡ ἐν τῇ ἑβδόμῃ βύβλῳ καὶ ἡ ὀλόφυρσις ἣν ἐν τῇ πρώτῃ βύβλῳ τέθηκεν ἐν δημηγορίᾳ. τὸ γὰρ ἀποτειχίσαι καὶ τὸ ὀλοφύρασθαι ῥηματικὰ ὄντα ὀνοματικῶς ἐσχημάτικεν ἀποτείχισιν καὶ ὀλόφυρσιν.