Ancient Greek · ~2 min
Section 7
Dionysius of Halicarnassus, Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον 7
Not analysed yet
ὅταν δὲ τῶν ῥημάτων ἀλλάττῃ τὰ εἴδη τῶν παθητικῶν καὶ ποιητικῶν, οὕτω σχηματίζει τὸν λόγον· ʽοὔτε γὰρ ἐκεῖνο κωλύει ταῖς σπονδαῖς οὔτε τόδἐ· τὸ γὰρ κωλύει ῥῆμα ἐνεργητικὸν ὑπάρχον ἀντὶ τοῦ κωλύεται παθητικοῦ ὄντος παρείληπται· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιοῦτο· οὔτε γὰρ ἐκεῖνο κωλύεται ταῖς σπονδαῖς οὔτε τόδε. καὶ ἔτι τὰ ἐν τᾷ προοιμίῳ λεγόμενα· (τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις)· καὶ γὰρ ἐν τούτοις τὸ ἐπιμιγνύντες ἐνεργητικὸν ὑπάρχον ῥῆμα τοῦ ἐπιμιγνύμενοι παθητικοῦ ὄντος χώραν ἐπέχει.