Ancient Greek
Section 6
Dionysius of Halicarnassus, Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον 6
Not analysed yet
ὅταν δὲ ἀντιστρέψας ἑκατέρου τούτων τὴν φύσιν τὰ ὀνόματα ποιῇ ῥήματα, τοῦτον τὸν τρόπον ἐκφέρει τὴν λέξιν, ὡς ἐν τῇ πρώτῃ βύβλῳ περὶ τῆς αἰτίας τοῦ πολέμου γράφει· τὴν μὲν οὖν ἀληθεστάτην αἰτίαν, λόγῳ δὲ ἀφανεστάτην, τοὺς Ἀθηναίους οἴομαι μεγάλους γινομένους ἀναγκάσαι εἰς τὸ πολεμεῖν. βούλεται γὰρ δηλοῦν, ὅτι μεγάλοι γιγνόμενοι οἱ Ἀθηναῖοι ἀνάγκην παρέσχον τοῦ πολέμου· πεποίηκεν δὲ ἀντὶ τῆς ἀνάγκης καὶ τοῦ πολέμου ὀνοματικῶν ὄντων ῥηματικὰ τό τε ἀναγκάσαι καὶ τὸ πολεμεῖν.