Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1029-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1072
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1029-1072
Not analysed yet
Τοὔνεκεν εἰσέτι νῦν πολυφάρμακοι ἄνδρες ἔασι
χώρην ναιετάοντες ἀπείριτον, οἱ μὲν ἐπʼ αὐτὰς
πέτρας, αἳ φύουσιν ἀφεγγέα ναρκισσίτην,
οἱ δʼ ἑκὰς ἐν λασίησι νενασμένοι εἰαμενῇσι,
πώεα καλὰ νέμοντες, ἄδην βεβριθότα μαλλοῖς,
τόσσον ἐπ’ ἀντολίην τετραμμένοι, ἄχρι πυλάων
Κασπιάδων, αἳτʼ εἰσὶ βαθυνομένας ὑπὸ πέτρας,
κληῖδες γαίης Ἀσιήτιδος, ᾗχι κέλευθος
ἐκτέταται βορέηνδε καὶ ἐς νότον ἐρχομένοισιν,
ἡ μὲν ἐς Ὑρκανίους, ἡ δʼ οὔρεα Περσίδος αἴης.
Ἀλλʼ ἤτοι πυλέων μὲν ὑπαὶ πόδα Κασπιάων
Πάρθοι ναιετάουσιν ἀρήιοι, ἀγκυλότοξοι,
παντοίου πολέμοιο δαήμονες· οὐ γὰρ ἀρότρῳ
αὔλακ᾿ ἐπιθύνουσι, διασχίζοντες ἀρούρας,
οὐδὲ μὲν ἐν νήεσσιν ἅλα τμήγουσιν ἐρετμοῖς,
οὐδὲ νομῷ φέρβουσι βοῶν γένος· ἐκ δὲ γενέθλης
νηπίαχοι τόξοισι καὶ ἱπποσύνησι μέλονται,
αἰεὶ δʼ ἠχήεσσαν ἀνὰ χθόνα δοῦπος ἀκόντων
ἢ βελέων, πάντη δέ τʼ ἀελλοπόδων δρόμος ἵππων
θυνόντων· οὐ γάρ σφι θέμις δόρποιο πάσασθαι,
πρὶν πολέμου μόχθοισι κάρην ἱδρῶτι παλῦναι·
φέρβονται δʼ ἄγρῃσι δορικτήτου βιότοιο·
ἀλλʼ ἔμπης κατὰ δῆριν ἀμαιμακέτους περ ἐόντας
Αὐσονίου βασιλῆος ἐπεπρήϋνεν ἀκωκή.
Εἰ δέ σε καὶ Πέρσας ἰδέειν γλυκὺς ἵμερος αἱρεῖ,
εὐφραδέως ἄν σοι καὶ τῶν γένος αὐδήσαιμι,
καὶ πόρον ἀενάων ποταμῶν, ὀρέων τε κελεύθους.
Μοῦνοι γάρ τʼ Ἀσίης βασιλεύτατον ἔθνος ἔχουσι,
μοῦνοι δʼ ἄσπετον ὄλβον ἐνὶ μεγάροισιν ἔθεντο,
ὁππότε Μῃονίην καὶ Σάρδιας ἐξαλάπαξαν.
Χρύσεά τοι κείνων μὲν ἐπὶ χροῒ τεύχεα φωτῶν,
χρύσεα δʼαὖθʼ ἵπποισιν ἐπὶ στομάτεσσι χαλινά,
χρυσῷ δʼ ἀμφὶ πόδεσσιν ἐκοσμήσαντο πέδιλα
τόσσος γάρ σφισιν ὄλβος ἀπείριτος· ἀλλά τοι εἴη
Περσὶς ὅλη μεγάλοισι περίδρομος οὔρεσι γαῖα,
Κασπιάδων πυλέων νοτιώτερον οἶμον ἔχουσα,
ἑλκομένη καὶ μέχρις ὁμωνύμου ἀμφιτρίτης.
Τριχθὰ δέ μιν ναίουσι διασταδὸν, οἱ μὲν ὑπʼ ἄρκτους
τοξοφόρων σκιεροῖσι παρήμενοι οὔρεσι Μήδων,
οἱ δὲ μεσήπειροι, οἱ δʼ ἐς νότον ἄχρι θαλάσσης·
πρῶτα Σάβαι, μετὰ τοὺς δὲ Πασαργάδαι, ἄγχι δὲ Τασκοί,
ἄλλοι θʼ, οἳ ναίουσι διάνδιχα Περσίδα γαῖαν.
Καὶ τὴν μὲν πολέες ποταμοὶ περιπιαίνουσι,
τῇ καὶ τῇ σκολιῇσιν ἐλαυνόμενοι προχοῇσι.