Ancient Greek · ~8 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..983-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1028
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..983-1028
Not analysed yet
Τὸν δὲ μέτʼ εἰς αὐγὰς ποταμῶν ὤκιστος ἁπάντων
Τίγρις ἐϋρρείτης φορέει ῥόον ἶσον ἐλαύνων,
τόσσον ἄνευθεν ἐὼν, ὅσον ἕβδομον ἦμαρ ὁδεύσας
ἴφθιος καὶ κραιπνὸς ἀνὴρ ἀνύσειεν ὁδίτης.
Ἔστι δέ τις κατὰ μέσσα περίτροχος ὕδασι λίμνη,
οὕνομα Θωνῖτις, ἧς ἕλκεται ἐς μυχὰ Τίγρις,
δύνων πολλὸν ἔνερθε· πάλιν δʼ ἐξαῦτις ἀνασχὼν,
ὀξύτερον προΐησι κάτω ῥόον· οὐκ ἂν ἐκείνου
ἐν πᾶσιν ποταμοῖσι θοώτερον ἄλλον ἶδοιο.
Ὅσσῃ δʼ Εὐφρήτου καὶ Τίγριος ἔνδοθι γαῖα,
τήνδε περικτίονες μέσσην ποταμῶν ἐνέπουσιν.
Οὐ μέντοι κείνης γε νομοὺς ὠνόσσατο βούτης,
οὐδʼ ὅστις, σύριγγι κερώνυχα Πᾶνα γεραίρων,
μήλοις ἀγραύλοισιν ἐφέσπεται· οὐδὲ μὲν ὕλην
παντοίην φυτοεργὸς ἀνὴρ ἀθερίσσατο καρπῶν,
τοίη ἐπεὶ κείνης ἄροσις πέλει, ἐν μὲν ἀέξειν
ποίην, ἐν δέ νομοὺς εὐανθέας, ἐν δὲ καὶ ἀνδρῶν
φύτλην καλλίστην τε καὶ ἀθανάτοισιν ὁμοίην.
Τῆς μέν πρὸς βορέην λιπαρὴν χθόνα ναιετάουσιν
ἀνέρες Ἀρμένιοί τε καὶ ἀγχέμαχοι Ματιηνοί,
οὔρεσι κεκλιμένοι, ποταμοῦ πρόπαρ Εὐφρήταο, πᾶσαν
πίονες ἀφνειοί τε καὶ Ἄρεος εὖ δεδαῶτες.
Πρὸς δὲ νότον Βαβυλὼν ἱερὴ πόλις, ἥν ῥά τε
τείχεσιν ἁρραγέεσσι Σεμίραμις ἐστεφάνωσεν·
αὐτὰρ ἐπʼ ἀκροπόληι μέγαν δόμον εἵσατο Βήλῳ,
χρσσῷ τʼ ἡδʼ ἐλέφαντι καὶ ἀργύρῳ ἀσκήσασα.
Καὶ τῆς τοι πεδίον περιώσιον, ἔνθα τε πολλοὶ
ἀκρόκομοι φοίνικες ἐπηρεφέες πεφύασιν.
Ναὶ μὴν καὶ χρυσοῖο φέρει χαριέστερον ἄλλο,
ὑγρῆς βηρύλλου γλαυκὴν λίθον, ἣ περὶ χῶρον
φύεται ἐν προβολῆς ὀφιήτιδος ἔνδοθι πέτρης.
Αὐτὰρ ὁπὲρ Βαβυλῶνος ἐπὶ πνοιὴν βορέαο
Κισσοὶ Μεσσαβάται τε Χαλωνῖταί τε νέμονται·
ἀλλʼ ὁπότʼ Ἀρμενίων ὀρέων προπάροιθεν ὁδεύσῃς
εἰς αὐγὰς, τότʼ ἔπειτα τὰ Μηδικὰ τέμπεα δήεις.
Τῶν πρὸς μέν βορέην ἐριθηλέα γαῖαν ἔχουσι
Τηλοί τε Μάρδοι τε καὶ ἀνέρες Ἀτροπατηνοί.
Πρὸς δὲ νότον ναίουσιν ἀγαυῶν ἔθνεα Μήδων,
κείνης τοι γενεῆς ἐρικυδέος ἐκγεγαῶτες
Αἰήταο θυγατρὸς, ἀμύμονος ἡρωίνης.
Εὖτε γὰρ Ἀκταίοιο παρὰ ῥόον Ἰλισσοῖς
φάρμακʼ ἐμήσατο λυγρὰ γόνῳ Πανδιονίδαο,
αἰδοῖ μὲν χῶρον κεῖνον λίπεν, ἐς δὲ βαθεῖαν,
πλαζομένη κατὰ φῶτας, ὁμώνυμον ἵκετο γαῖαν,
οὐ μὲν ἑκὰς Κόλχων· Κόλχωνγε μὲν αἶαν ἱκέσθαι
οὔ οἱ ἔην· μῆνιν γὰρ ἑοῦ δειδίσσετο πατρός.