Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1073-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1117
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..1073-1117
Not analysed yet
Χωρὶς μὲν Κόρος ἐστὶ μέγας, χωρὶς δὲ Χοάσπης,
ἕλκων Ἰνδὸν ὕδωρ, παρά τε ῥείων χθόνα Σούσων.
Τὸῦ δʼ ἂν ἐπὶ πλευρῇσιν ἴδοις εὐωπὸν Ἀχάτην,
κείμενον οἷα κύλινδρον ἐπὶ χθονὸς, ὅν ῥ’ ἀπὸ πέτρης
χειμερίου ποταμοῖο κάτω σύρουσι χαράδραι.
Αἰεὶ δ᾿ αὖ λιαροῖο γεγηθότες ἐξ ἀνέμοιο
καρποὶ τηλεθάουσιν ἐπήτριμοι ἀλλήλοισιν.
Φράζεο δʼ εἰς αὐγὰς λοιπὸν πόρον Ἀσίδος αἴης
ἐγγύθι γάρ τοι πέζα τελείεται ἠπείροιο.
Ἤτοι μὲν παρὰ χεῦμα τὸ Περσικὸν Ὠκεανοῖο
Καρμανοὶ ναίουσιν ὑπʼ ἠελίῳ ἀνιόντι,
Περσίδος οὐκ ἀπάνευθε διάνδιχα γαῖαν ἔχοντες,
οἱ μὲν ὑπειράλιοι, τοὶ δʼ ἔνδοθεν ἠπειρῶται.
Τῶν δὲ πρὸς ἀντολίην Γεδρωσῶν ἕλκεται αἶα,
γείτων Ὠκεανοῦ μεγακήτεος, οἷσι πρὸς αὐγὰς
Ἰνδὸν πὰρ ποταμὸν νότιοι Σκύθαι ἐνναίουσιν,
ὅς ῥά τʼ Ἐρυθραίης κατεναντίον εἶσι θαλάσσης,
λαβρότατον ῥόον ὠκὺν ἐπὶ νότον ὀρθὸν ἐλαύνων,
ἀρξάμενος τὰ πρῶτʼ ἀπὸ Καυκάσου ἠνεμόεντος.
Δισσὰ δέ οἱ στόματ᾿ ἐστίμέσην δ᾿ ἐπιδέδρομε νῆσον,
νῆσον, τὴν καλέουσιν ἐπυχθόνιοι Παταληνήν.
Κεῖνός τοι πολέων ἀποτέμνεται ἔθνεα φωτῶν·
ἤτοι μὲν δύνοντος ἐπὶ κλίσιν ἠελίοιο
Ὠρείτας τʼ Ἄριβάς τε λινοχλαίνους τʼ Ἀραχώτας,
Σατραΐδας θʼ,δσσους τε παρὰ πτυχὶ Παρνησοῖο,
ξυνῆ ὁμῶς μάλα πάντας ἐπωνυμίην Ἀριηνούς,
οὐ χθόνα ναιετάοντας ἐπήρατον, ἀλλ᾿ ὑπὸ λεπτῇ
ψάμμῳ πεπληθυῖαν ἰδὲ ῥώπεσσι δασεῖαν·
ἀλλʼ ἔμπης ζωοῖσιν ἐπαρκέες εἰσὶ κέλευθοι
ἄλλον γάρ σφισιν ὄλβον ἀκήρατον αἶα κομίζει·
πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίοιο,
πάντη δʼ αὖ πέτρῃσιν ὑπὸ φλέβες ὠδίνουσι
χρυσείης κυανῆς τε καλὴν πλάκα σαπφείροιο,
τῆς ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν.
Πρὸς δʼ αὐγὰς Ἰνδῶν ἐρατὴ παραπέπταται αἶα,
πασάων πυμάτη, παρὰ χείλεσιν Ὠκεανοῖο,
ἥν ῥάτ ἀνερχόμενος μακάρων ἐπὶ ἔργα καὶ ἀνδρῶν
ἠέλιος πρώτῃσιν ἐπιφλέγει ἀκτίνεσσιν.
Τῷ γαίης ναέται μὲν ὑπὸ χρόα, κυανέουσι,
θεσπέσιον λιπόωντες, ἐειδομένας δʼ ὑακίνθῳ
πιοτάτας φορέουσιν ἐπὶ κράτεσφιν ἐθείρας.
Τῶν δʼ οἱ μὲν χρυσοῖο μεταλλεύουσι γενέθλην,
ψάμμον ἐϋγνάμπτῃσι λαχαίνοντες μακέλῃσιν·
οἱ δʼ ἱστοὺς ὑφόωσι λινεργέας· οἱ δʼ ἐλεφάντων
ἀργυφέους πρισθέντας ἀποξύουσιν ὀδόντας·