Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..849-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..891
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..849-891
Not analysed yet
ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου
Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.
Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον
Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,
ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.
Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,
Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις.
Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν
ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι.
Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη.
Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς
πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ
Κεῖθεν δʼ εἶς αὐγὰς σκολιὸν περιτέμνεται οἶμον
πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη,
γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης.
Κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος
μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν.
Καὶ τῶ μὲν πλεόνων ποταμῶν ἐπιμίσγεται ὕδωρ
τηλόθεν ἐρχομένων, Πυράμοιότε καὶ Πινάροιο,
Κύδνου τε σκολιοῖο, μέσην διὰ Ταρσὸν ἰόντος,
Ταρσὸν ἐϋκτιμένην, ὅθι δή ποτε Πήγασος ἵππος,
ταρσὸν ἀφεὶς, χώρῳ λίπεν οὔνομκ, τῆμος ἀφ᾿ ἵππου
ἐς Διὸς ἱέμενος πέσεν ἥρως Βςλλεροφόντης.
Κεῖθι δὲ καὶ πεδίον τὸ Ἀλήιον, οὗ κατὰ νῶτα
ἀνθρώπων ἀπάνευθεν ἀλώμενος ἐνδιάασκεν.
Πολλαὶ δ᾿ ἑξείης Κιλίκων γεγάκσι πόληες,
Λυρνησσὸς Μαλλός τε καὶ Ἀγχιάλεια Σόλοι τε,
αἱ μὲν ἐν ἠπείρῳ, αἱ δʼ αὐτῆς ἄγχι θαλάσσης.
Τῇς δʼ ἔπι Κομμαγεηνὸν ἕδος, Συρίης τε πόληες
θινὸς ἐπὶ στρεπτῆς περιμήκεες· ἀμφὶ γὰρ ὁλκὸς
ἐς δύσιν ἔστραπται πολιῆς ἁλὸς, ἄχρι κολώνης
οὔρεος ἀγχιάλοιο, βαθυκρήμνου Κασίοιο.
Ῥηιδίως δʼ ἄν τοι λοιπὸν πόρον αὐδήσαιμι
γαιάων Ἀσίης· ὁ δέ τοι λόγος ἐν φρεσὶν ἔστω,
μηδʼ ἀνέμοις φορέοιτο πονηθέντων χάρις ἔργων.
Εἰ γάρ μοι σάφα τήνδε καταφράσσαιο κέλευθον,
ἦ τάχα κἂν ἄλλοισιν ἐπισταμένως ἀγορεύοις
καὶ ποταμοὺς,πολίων τε θέσιν καὶ γαῖαν ἑκάστην.
Σχῆμα μὲν οὖν πισύρεσσιν ἐπὶ πλευρῇσι τετύχθω,
πεπταμένον δολιχοῖσιν ἐπʼ ἀντολίην πεδίοισιν.
Οἶσθα μὲν, ἐν πρώτοισιν ἐμεῦ εἰπόντος ἀκούσας,
πᾶσαν ἕως Ἰνδῶν Ἀσίην ὄρος ἄνδυχα τέμνειν.
Κεῖνό τοι ἐν πλευρῇσι βορειότερον τελέοιτο·