Ancient Greek · ~7 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..892-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..934
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..892-934
Not analysed yet
Νεῖλος δʼ ἑσπέριον πλευρὸν πέλοι· αὐτὰρ ἑῷον
Ἰνδικὸς Ὠκεανός· νότιον δ᾿ ἁλὸς οἴδματ’ Ἐρυθρῆς.
Φράζεο δʼ ὡς ὑπὸ πέζαν ἐπʼ αὐγὰς ἵξομαι ἤδη,
ἀρξάμενος Συρίηθεν, ὅθεν λίπον· οὐδʼ ἂν ἔμοιγε
μύθου ἄτε ψευσθέντος ἀνὴρ ἐπιμωμήσαιτο.
Ἀλλʼ ἤτοι Συρίη μὲν ὑπεὶρ ἁλὸς ἐγγύθεν ἕρπει
ἐς νότον ἀντολίην τε, πολύπτολιν αἶαν ἔχουσα,
ἣν Κοίλην καλέουσιν ἐπώνυμον, οὕνεκ’ ἄρʼ αὐτὴν
μέσσην καὶ χθαμαλὴν ὀρέων ὑπὸ πρῶνες ἔχουσιν,
ἑσπερίου Κασίοιο καὶ ἠῴου Λιβάνοιο.
Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
οὐχ ἅμα ναιετάοντες ὁμώνυμοι, ἀλλὰ διαμφίς,
οἱ μὲν ἐπʼ ἠπείρῳ, τοίπερ Σύριοι καλέονται,
οἱ δʼ ἁλὸς ἐγγὺς ἐόντες, ἐπωγυμίην Φοίνικες,
τῶν ἀνδρῶν γενεῆς, οἳ Ἐρυθραῖοι γεγάασιν,
οἳ πρῶτοι νήεσσιν ἐπειρήσαντο θαλάσσης,
πρῶτοι δʼ ἐμπορίης ἁλιδινέος ἐμνήσαντο,
καὶ βαθὺν οὐρανίων ἄστρων πόρον ἐφράσσαντο·
οἵτ’ Ἰόπην καὶ Γάζαν Ἐλαίδα τʼ ἐνναίουσι,
καὶ Τύρον ὠγυγίην, Βηρυτοῦ τʼ αἶαν ἐραννήν,
Εύβλον τʼ ἀγχίαλον καὶ Σιδῶνʼ ἀνθεμόεσσαν,
ναιομένην χαρίεντος ἐφʼ ὕδασι Βοστρηνοῖο,
καὶ Τρίπολιν λιπαρὴν, Ὀρθωσίδα τε Μάραθόν τε
Λαοδίκην θ᾿, ἣ κεῖται ἐπʼ ἠιόνεσσι θαλάσσης,
καὶ Ποσιδήια ἔργα καὶ ἱερὰ τέμπεα Δάφνης,
ᾗχί περ Ἀντιόχοιο ἐπώνυμος Ἀντιόχεια.
Αὐτὰρ ἐνὶ μέσσῃσιν Ἀπαμείης πτολίεθρον·
τῆς δὲ πρὸς ἀντολίην κατασύρεται ὑγρὸς Ὀρόντης,
ἄσπετος, Ἀντιόχοιο μέσην διὰ γαῖαν ὁρίζων.
Πᾶσα δέ τοι λιπαρή τε καὶ εὔβοτος ἔπλετο χώρη,
μῆλά τε φερβέμεναι καὶ δένδρεσι καρπὸν ἀέξειν.
Τῆς δʼ ἂν ἴδοις προτέρω, νοτιώτερον οἶμον ὁδεύων,
Ἀραβίου κόλπου μύχατον πόρον, ὅστε μεσηγὺ
εἱλεῖται Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς,
τυτθὸν ἐπ᾿ ἀντολίην τετραμμένος, ἄχρις Ἐλάνων.
Κεῖθεν δʼ ὀλβίστων Ἀράβων παρακέκλιται αἶα,
πολλὸν ἀνερχομένη, δισσῇ ζωσθεῖσα θαλάσσῃ,
Περσίδι τʼ Ἀραβίῃτʼ · ἄνεμον δέ τοι ἔλλαχ᾿ ἑκάστη,
Ἀραβίη ζέφυρον, Περσὶς δʼ εὔροιο κελεύθους.
Πίζα δέ τοι νοτίη, τετραμμένη ἀντολίηνδε,
κλύζετʼ Ἐρυθραίοις ὕπο κύμασιν Ὠκεανοῖο.
Καὶ τῆς τοι θέσιας μυθήσομαι· ἔξοχα γάρ μιν
πασάων πολύολβα καὶ ἀγλαὰ φῦλα νέμονται.