Ancient Greek · ~8 min
ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ., lines ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..935-ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..982
Dionysius Perieg., Orbis Descriptio ΔΙΟΝΥΣΙΟΥ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΙΗΓΗΣΙΣ..935-982
Not analysed yet
Ἄλλο δέ τοι καὶ θαῦμα μέγ ἔξοχον ἔλλαχ ἐκείνη·
αἰεὶ κηώεσσα θύοις ὕπο λαρὸν ὄδωδεν
ἢ θύου ἢ σμύρνης εὐώδεος ἢ καλάμοιο
ἢ καὶ θεσπεσίοιο πεπαινομένου λιβάνοιο
ἢ κασίης· ἐτεὸν γὰρ ἀνὰ χθόνα λύσατο κείνην
Ζεὺς αὐτὸς Διόνυσον ἐϋρραφέος παρὰ μηροῦ·
τῷ καὶ γεινομένῳ κηώδεα φύετο πάντα.
Μῆλα δὲ καὶ τῆμος λασίοις ἐβαρύνετο μαλλοῖς
ἐν νομῷ, αὐτόματοι δέ κατέρρεον ὕδασι λίμναι
ὄρνιθες δʼ ἑτέρωθεν ἀοικήτων ἀπὸ νήσων
ἦλθον φύλλα φέροντες ἀκηρασίων κιναμώμων.
Αὐτὰρ ὁ νεβρίδας μὲν ἐπωμαδίας ἐτάνυσσε,
κισσῷ δʼ ἱμερόεντι καλὰς ἔστεψεν ἐθείρας,
ἀκροχάλιξ δʼ οἴνῳ πλεκτοὺς ἀνεσείσατο θύρσους,
μειδιόων, καὶ πολλὸν ἐπ’ ἀνδράσιν ὄλβον ἔχευεν.
Τοὔνεκεν εἰσέτι νῦν λιβάνῳ κομόωσιν ἄρουραι,
οὔρεα δὲ χρυσῷ, ποταμοὶ δʼ ἑτέρωθι θυηλαῖς
αὐτοὶ δʼ ἐνναέται μάλα πίονα δῆμον ἔχουσι,
χροσείοις πέπλοισιν ἀγαλλόμενοι μαλακοῖσιν·
ἀλλʼ ἤτοι πρῶτοι μὲν ὑπὲρ κλιτὺν Λιβάνοιο
ἀφνειοὶ ναίουσιν ἐπωνυμίην Ναβαταῖοι·
ἄγχι δὲ Χαυλάσιοί τε καὶ Ἀγρέες, οἷς ἔπι γαῖα
Χατραμὶς ἐνναίει κατεναντία Περσίδος αἴης.
Αὐτὰρ Ἐρθθρκάης πλευρὸν ναίουσι θαλάσσης
Μινναῖοί τε Σάβαι τε καὶ ἀγχίγυοι Κλεταβηνοί.
Τόσσα μὲν Ἀραβίην περιώσια φῦλα νέμονται·
ἄλλα δέ τοι καὶ πλεῖστα περι πρὸ γάρ ἐστιμεγίστη.
Τῆς δὲ πρὸς ἀντιπέραιαν ὑπαὶ ῥιπὴν ζεφύροιο
λυπρὸν ὀρεσκῴων παραφαίνεται οὖδας Ἐρεμβῶν,
οἳ βίον ἐν πέτρῃσι κατωρυχέεσσιν ἔθεντο,
γυμνοὶ καὶ κτεάνων ἐπιδευέες· ἀμφὶ δʼ ἄρα σφιν
ἴδεϊ θαλπομένοισι μελαίνεται αὐαλέος χρώς·
αὔτως δ᾿, οἱά τε θῆρες, ἀλώμενοι ἄλγεʼ ἔχουσιν,
οὐχ ὡς ἁβροβίων Ἀράβων γένος· οὐ γὰρ ἐν ὄλβῳ
ἴσην μοῖραν ἅπασιν ἐπ’ ἀνδράσι θήκατο δαίμων.
Αὐτὰρ ὑπὲρ Λιβάνοιο πρὸς αὐγὰς ἠελίοιο
ης Συρίης δολιχὴ μηκύνεται αἶα,
ἑλκομένη καὶ μέχρις ἁλικλύστοιο Σινώπης·
τῆς δʼ ἤτοι μέσσης μὲν ἐπʼ ἠπείροιο βαθείης
Καππαδόκαι ναίουσι, δαήμονες ἱπποσυνάων,
Ἀσσύριοι δʼ ἁλὸς ἄγχι παρὰ στόμα Θερμώδοντος.
Τῆς δὲ πρὸς ἀντολίην ὀρέων ἀπὸ παιπαλοέντων
φαίνετʼ ἀπειρεσίου ποταμοῦ ῥόος Εὐφρήταο,
ὃς δʼ ἤτοι πρῶτον μὲν ἀπʼ οὔρεος Ἀρμενίοιο
μακρὸς ἐπὶ νότον εἶσι, πάλιν δʼ, ἀγκῶνας ἑλίξας,
ἄντκν ἠελίοιο μέσην Βαβυλῶνα περήσας,
Περσίδος εἰς ἁλὸς οἶδμα θοὴν ἀπερεύγεται ἄχνην,
ὑστατίῃς προχοῇσι Τερηδόνος ἐγγὺς ὁδεύων.