Ancient Greek
358.4 to 359.15
Dionysius, Epistulae 358.4-359.15
Unproofread scanNot analysed yet
χε. Φιλοξένῳ. Εὖ πράττε, φίλων ἀρίστε καὶ ῥητόρων· οὕτω γὰρἐγὼ διατελῶ περὶ σοῦ τὰ μὲν εὐχόμενος, τὰ δὲ προσ-δοκῶν. καὶ σὺ μὲν ὅτι μέμνησαι φίλων καὶ σπεύδειςὑπὲρ ἡμῶν, εἰσὶν οἱ δεῦρο ταῦτα συνεχῶς ἀπαγγέλ-λοντες· προστίθει δὲ τούτοις τὸ λειπόμενον καὶ δίδουσυνεχῶς ὑμετέραις ἐντυγχάνειν ἐπιστολαῖς. χζ. Εὐσταθίῳ. Ὁ γράφων ἐγὼ τὴν ἐπιστολὴν φίλος ὑμῖν, δ κομιζωνφίλος ἐμοί, γένοιτο τοίνυν καὶ σοὶ δι’ ἐμέ. καὶ γνῶθικάνταῦθα ποδαπὸς τὶς εἰμι φίλους εἰσάγων τοῖς φίλοις. ἐφ’ οἷς δὲ ἤκει καὶ ὅπως αὐτὰ γρη διαθεῖναι, τὰς μὲναἰτίας αὐτὸς διηγήσεται, πρὸς δὲ τὸ δεύτερον ὑμεῖςὀρνηγήσαθε καὶ φιλοῦντες ἄγαν καὶ φρονούντεςἰκανῶς. χζ. Ἰωάννῃ. Ἄει μὲν φόβος ἠγείται μοι τῆς πρὸς ὑμᾶς ἐπιστολῆς,θεραπεύει δὲ αὐτὸν ἡ πραότης ἡ παρ’ ὑμῖν. γράφωτοιγαροῦν τῆς εἰς ὑμᾶς ἐλπίδος ἀντεχόμενος, ὥσπεροἱ κυβερνῆται βλέποντες εἰς τὸν ἀπευθύνοντα τῶνἀστέρων. ἐπεὶ οὖν καὶ ὑμεῖς οὕτω καταλάμπετε,μεῖνατε καὶ οὕτως εὐεργετοῦντες. κβ'. Ἐλισσαίῳ. Ἐγὼ καὶ σοῦ κήδομαι καὶ Τιμοθέου, σοῦ μὲν ὡς μὴ ἀδικοῖς, Τιμοθέου δὲ ὡς μὴ ἀδικεῖτο. εἰ δὲ καὶ σοὶ δοκεῖ μετὰ Πλάτωνος τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι μειζόν εἶναι κακόν, ἔοικα σοὶ μᾶλλον ἢ τούτῳ χαρίζεσθαι, δεόμενος ὑπὲρ αὐτοῦ πραττομένου δίκας ὑπὲρ ὧν οὐκ ἐξήμαρτε. λδ'. Σεργίῳ. Πολλῆς ἐνέπλησέ με φροντίδος κομιὰς τις περὶ ὑμῶν ἀπαγγελίαν ἐπαχθῆ, καίτοι τὰ βελτίω προεσδεγόμην ἀκούειν. πέμψον οὖν θάττον ἐπιστολὴν περιμένοντί μοι συνδιατεθῆναι τοῖς γραφομένοις. λε'. Λεωνίδᾳ. Ἔρρωσο. τοῦτο γὰρ ἐγὼ καὶ συνεύχομαί σοι καὶ ἀκούσαι ποθῶ περὶ σοῦ, κἂν δ τι τοῦτό ἐστι παρ' ὑμῖν ἐπιστείλης, οὐ μικρὰν ἔχειν δωρεὰν ἡγοῦμαι παρὰ τῆς τύχης. λζ'. Καλλιπίῳ. Τὰς σοὶς ἀπαντῶν ἀεὶ καὶ ὅπως ἔχεις ἐρωτῶ καὶ εἰ Μία πρὸς ἡμᾶς ἐπιστολὴ παρὰ σοῦ, παρ' ἐμοῦ δέ, εἰ τις ὑμῖν ἀποδέδοικεν, αὕτη τετάρτη. πράττε τοίνυν καλῶς καὶ μέμνησο τῶν φίλων, κἄν τί σε δεξιὸν περιστῇ, γράφε πρὸς ἐρῶντα μαθεῖν.