Ancient Greek
359.3 to 359.9
Dionysius, Epistulae 359.3-9
Unproofread scanNot analysed yet
λ'. Πλακιδιανῷ. Ὁ πρότερον πιστεύσας σοί δι' ἐμὲ νῦν ἐμὲ μέμψεται διὰ σέ. λύσον οὖν τὸ χρέος, ἵνα μὴ κἀγὼ μέμψωμαι δι' ἐκεῖ λζ'. Σαλδιανῷ. Τὰς ἐπιστολὰς οἱ τὴν ἀρχὴν εὑρόντες δοκῶ μοι διὰ πρόσχρησιν εὑρον, πραγμάτων δ' ἴσως ἐγγυομένων παρηκολούθηκέ τι καὶ νεώτερον ὑπὲρ αὐτῶν ἐν ταῖς ἐπιστολαῖς διαλέγεσθαι. οὐκοῦν εἰ μὲν ἐμπέσοι πράγματα, καὶ μακρολογεῖν ἀνάγκη, τούτων δὲ ἀπόντων πῶς ἂν τις χαρίσαιτό σοι μακροτέρας ὁμιλίας ἐρῶντι; καλῶ γὰρ ὁμιλίαν καὶ τὴν ἐν τοῖς γράμμασιν οὐδὲν πολὺ τῶν συνοσιῶν διαφέρουσαν. λδ'. Ἱερίῳ. Ἔττα, ὦ σοφώτατοι τῶν ἐν τῇ γῇ, χρήματα μὲν αἰτήσας ἔλαβον ἂν καὶ βραδῶς, ἐπιστολὴν δὲ ὑμετέραν ἰδεῖν πολλάκις μὲν εὐξάμενος πολλάκις δὲ ἑκτεῦσας, ἀνέξιος εἶναι τοῦ τυχεῖν ὑποπτεῦομαι; καίτοι φιλῶ μὲν ὡς ὀλίγοι, τιμῶ δὲ ὑπὲρ τοὺς ὀλίγους. λγ'. Ἡσυγίῳ. που δέονται μὴ σιγῶν ἀπικτῶ, λεγόντων δ' ἀμφότερα σὲ μὲν δικαίειν, αὐτοὺς δὲ χρήζειν οὐδενός, χαίρων ἐγὼ δικαίως ἀπέρχομαι.