Ancient Greek
361.10
Dionysius, Epistulae 361.10
Unproofread scanNot analysed yet
μζ’. Ἐγὼ σε φιλῶ μὲν ὡς μαθητήν, συναλγῶ δ’ ὡς ὀρφανῷ καὶ ἀδικομένῳ καὶ ἀμελοῦντι παιδείας. καὶ παραίνω μὴ παντελῶς αὐτὴν καταλιπεῖν μηδὲ ἀπελπίζειν τοῦ δύνασθαι ταύτης ἐπιτυχεῖν· δυνήσεται γὰρ αὕτη καὶ φυλάττειν οὐσίαν καὶ προσθεῖναι πλοῦτον, καὶ ἀντιστῆναι τοῖς ἀδικοῦσι καὶ βοηθῆσαι τοῖς δεομένοις, καὶ οἶκον αὐξῆσαι καὶ δόξαν ἐνεγκεῖν καὶ τὴν μνήμην διατηρῆσαι τοῦ γένους. ἀλλὰ μὴ γένῃ τοσαύτης εὐτυχίας προδότης. ἐπάνελθε τοίνυν πρὸς τὴν παιδείαν ἐπιθυμεῖν καὶ ποιεῖν ἐλευθέρας καὶ ζῆν ἀσφαλεστέρας.