Ancient Greek
361.2
Dionysius, Epistulae 361.2
Unproofread scanNot analysed yet
μγ’. Εὐσεβίῳ. Καὶ τῶν ἵππων λέγουσι τοὺς ἀρίστους, ἐπειδὰν εἰς ἀγῶνα ἐλθῶσιν, εἶναι τὰ τελευταῖα βελτίους ἢ τὰ πρῶτα τῶν δρόμων, καὶ ὁ καλὸς Ἀκυλῖνος φιλοτιμοτέρος ἐστὶν ἐν τοῖς πόνους νῦν μᾶλλον ἢ πάλαι, καὶ προθυμεῖται μὲν οὐδὲν εἶδος ἀργοῦσαι παιδείας, τοὺς δὲ περὶ αὐτοῦ παλαιούς ἐπαίνους ἐπιδείξαι μικρούς. αἱ τοιαῦται δὲ τῶν νέων ἐπιθυμίαι βίβλων ἐπιδέονται πλήθους· τοῦτο δὲ οὐκ ἂν γένοιτο, εἰ μὴ παρεῖν χρυσός.