Ancient Greek
362.3
Dionysius, Epistulae 362.3
Unproofread scanNot analysed yet
μδ´. Ἐμοὶ πρὸς φίλους ἴστω θεὸς οὐὰ σπουδὴ καὶ προθυμία θεραπεύειν αὐτούς. ἀλλὰ συντρέχειν εὐχομαι τὴν τύχην, ὅπως αὐτοῖς μὴ δόξω βάθυμος εἶναι. ταῦτ’ ἔφην οὕτως ἔχων εὐημερίας, ὡς ὁ παρὰ σοῦ πεμφθεὶς ἀπαγγέλει. τὰ μέντοι περὶ τῶν φίλων ὁποῖά τινα πρὸς ἐμέ, θεῷ καὶ δίκῃ παρίημι κρίνειν. ἐνιαυτὸν γὰρ δή καὶ μῆνας τρεῖς ὁ λαβύρινθος ἡμῖς οὕτος ἔχει τοῦ κακοῦ, καὶ δέδοικα μὴ μετὰ τοῦ σώματος μαρανθῶσιν οἱ λόγοι καὶ σοὶ φανῶ δι’ ἀμφοτέρων ἀμορφος.