Ancient Greek
362.5
Dionysius, Epistulae 362.5
Unproofread scanNot analysed yet
νε´. Ἀδικεῖς καὶ σαυτὸν κἀμὲ σιωπῶν, ἐμὲ μὲν ὅτι φιλῶν σου ἀεὶ τὰ γράμματα ἀναγιγνώσκειν ἐπὶ τοῖς καιροῖς τούτοις οὐ δέχομαι, σαυτὸν δὲ ὅτι τὰς ἐμπροσθεν εὐεργεσίας ἀμαυροῖς τῇ μετὰ ταῦτα σιωπῇ. σπουδάζων δ’ ἀεὶ τοὺς φίλους ὠφελεῖν, ταῦτό ποιήσεις εἰ καὶ τοὺς φίλους τῶν φίλων εὐεργετοῖς, ὥσπερ οἶμαι τούτων τὸν Μόδεστον. οὕτος γάρ, ὦ γενναῖε, πρᾶγμα εἰς εὐγένειαν ὀφθεὶς παρ’ ἡμῖν καὶ τὴν στρατείαν ἧς εἵχετο διελθὼν ἀνεγκλήτως ἐπὶ τοῦ παρόντος ἀποδημεῖ. τί ἄρα βουλήθεις ἀπεδήμησε; φιλεῖ τοὺς πόρους, μισεῖ τὴν ἀργίαν, οἴεται δὲ ἀμεῖνον οἰκήσειν τῇ δυναμένῃ παραμιυθεῖσθαι πόνους.