Ancient Greek
362.7 to 363.11
Dionysius, Epistulae 362.7-363.11
Unproofread scanNot analysed yet
να´. Οὐ γράφεις ἀπελθών. οὐκοῦν ὑπεκρίνω παρών· ἐγὼ δ’ εἰ καὶ μέχρι νῦν οὐκ ἔγραφα, τοῦτ’ αὐτὸ περιμένων οὐκ ἔγραφα. ἀλλ’ εἰ δοκεῖ, λύσον καὶ σαυτῷ τὴν ὑπεροψίαν καὶ ἐμοὶ τὴν σιωπὴν. ἡ μικρὰν οἴει γραφὴν ἐγκαλεῖσθαι περὶ ἐμοῦ τὸ φιλεῖν ὅτε παρήσθα καὶ τιμᾶν, ἀμφοτέρων δὲ ἐπιλαθέσθαι μετὰ τὴν ἀρτίως ἐπάνοδον; νβ´. νγ´. Πάνυ μοι τὴν φιλίαν βεβαίως ἣν Ἰσοκράτης ἐπήνεσε, καὶ σοὺ τὴν παλαιὰν εὐνοιαν ἀνεῖλεν οὐχ εὐπορία πραγμάτων, οὐ μήκος χρόνου, οὐ τόπου μετάστασις, οὐχ εὐτυχία. ἀλλὰ ταῦτα μὲν ὡς ἂν εἴη συμφέρον ἔχετω, τὸν δὲ μεγαλοπρεπέστατον καὶ λογιώτατον Λέοντα προσείρξο. νη´. Οὐ πρὸς ἅπαντας ἡ σιωπὴ καλόν, οὐδ’ εἰ σφόδρα παρ’ ἐνίοις εὐδοκιμεῖ, ἀλλὰ γίνοιτ’ ἂν καὶ σιωπὴ λόγου χαλεπωτέρα πολλάκις, ὅλον ἀμέλει καὶ τὸ νῦν.