Ancient Greek · ~8 min
Dfhg-Source dfhg2_DIOSCORIDES
DIOSCORIDES, Fragmenta 5
Not analysed yet
Ὅτι Διοσκορίδης ἐν τοῖς Περ ̓ Ὁμήρῳ νόμοις φησὶν, ὡς ὁ ποιητὴς ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν καὶ πρώτην τοῖς νέοις, ἔτι δὲ ἁρμόττουσαν καὶ καλῶν χορηγὸν οὖσαν, βουλόμενος πάλιν (Athen. Πᾶσιν) ἐμφῦσαι ἀυτὴν ἀπ ̓ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι, καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους οὔσας περὶ ἐδωδὴν καὶ πόσιν· τοὺς δὲ διαμεμενηκότας ἐν ταῖς εὐτελείαις, εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γινομένους ἐγκρατεῖς. Ἐφ ̓ ᾧ καὶ ἁπλῆν ἀποδέδωκε τὴν δίαιταν πᾶσι, καὶ αὐτὴν ὁμοίως βασιλεῦσί τε καὶ ἰδιώταις, λέγων (Od. αʹ, 138)· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν· σῖτον δ ̓ αἰδοίη ταμίη παρεθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. Παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ ̓ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν· καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους, Μενέλαον δὲ τοὺς Ἑρμιόνης γάμους ποιοῦντα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός· καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου, (Od. δʹ, 66) νῶτα βοὸς παρέθηκεν ἀείρας ὄπτ ̓, ἐν χερσὶν ἑλῶν, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ· οὐ γὰρ θρῖα καὶ κάνδυδον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰ ἀφ ̓ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Καὶ Αἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ Νέστορι γεραιῷ ὄντι κρέας ὀπτὸν βοὸς δίδωσι, καὶ Ἀλκίνῳ δὲ, τρυφερὸν ᾑρημένῳ βίον· σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν. Καὶ Νέστορα δὲ ποιεῖ παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνι κεχαρισμένην τινὰ θυσίαν ἐπιτελοῦντα, καὶ πολλοὺς ἔχοντα, τάδε παρακελευόμενον, Ἀλλ ̓ ἄγ ̓, ὁ μέν πεδίονδ ̓ ἐπὶ βοῦν ἴτω, καὶ τὰ ἑξῆς. Καὶ Ἀλκίνους δὲ τὸς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας· καὶ τοὺς μνηστῆρας, ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεῖ ποιεῖ οὔτε ὄρνιθας οὔτε μηλίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας.