Ancient Greek · ~18 min
Dfhg-Source dfhg2_DIOSCORIDES
DIOSCORIDES, Fragmenta 5.1
Not analysed yet
Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα, Ἀρνῶν ἠδ ̓ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. [Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλύσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως.] Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων, καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν, καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλὰς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εὐδαιμονίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν, ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον· καὶ μὴν οὐδ ̓ ὀπώραν παρατίθησί τινι, καίπερ οὖσαν πολλὴν, καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρόνον παρασκευάζων ἀθάνατον. «Ὄγχνη γὰρ, φησὶν, ἐπ ̓ ὄγχνῃ» καὶ τὰ ἑξῆς. Ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ, ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων ἀπολύων τοὺς ἀνθρώπους εἰς εὐτέλειαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρὸ τοῦ. Καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν, νέκταρ καὶ ἀμβροσίαν. Καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. Καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ ̓ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιροῦσι τὰς πλησμονάς. Αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, καὶ τὴν ἐπιθυμίαν πληρώσαντες οἱ μὲν ἐξώρμων ἐπὶ μελέτην ἀθλητικὴν, δίσκοισι τερπόμενοι καὶ αἰγανέαις, τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἱ δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων. Διὸ οὐδὲν θαυμαστὸν, τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. Ἐνδεικνύμενος οὖν καὶ εὐταξίαν ὡς ὑγιεινόν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν, τὸν σοφώτατον Νέστορα πεποίηκε Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα –καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολύτροφον —οὐ διψήσεως ἄκος, ἀλλ ̓ ἐμφορήσεως ἕνεκα· πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· «Σὺ μὲν, φησὶ, καθήμενος πῖνε.» Καὶ ἐπιξύοντα τυρὸν αἴγειον. ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον. Ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. Περὶ δὲ τοῦ Ἕκτορος Ἑκάβη, οἰομένη μένειν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας, παρακαλεῖ πιεῖν σπείσαντα, προτρεπομένη εἰς θυμηδίαν. Ὁ δ ̓ ὑπερτίθεται, πρὸς πρᾶξιν ἐξιών. Καὶ ἡ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, ὁ δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται· καὶ ἡ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, ὁ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖτο. Οἶδε δὲ ὁ Ὅμηρος καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου, οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαι φησί. Καὶ κράσεων δὲ γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. Ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, ὃ τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον· τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως. Ἀλλ ̓ ἐκεῖνος τῷ μὲν Μαχάονι μετ ̓ ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ ̓ Ὀδυσσέα ποιεῖ συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνων ὠφέλειαν· Ὀς δέ κ ̓ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς. Τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν· Ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο. Ποιεῖ δὲ Ὅμηρος καὶ τὰς τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένος, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας. Ἀρχαῖον δὲ τοῦτο ἔθος. Λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν. Τῆς μέθης δὲ κατατρέχων ὁ ποιητὴς, τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι, καὶ Εὐρυτίωνα τὸν Κένταυρον· τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους, ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. Τὸν δὲ Ὀδυσσέα σώζει, τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ, πάροινον ὄντα καὶ τρυφερὸν, κατακρημνίζει. Καὶ Ἀντίνοος δὲ, λέγων πρὸς Ὀδυσσέα «Οἶνός σε τρώει μελιηδής», αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. Ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας· ὅθεν καὶ ἀπόλλυνται. Ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι, διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς, ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων, ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. Καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ. Ἀλλ ̓ ἐπεὶ ἀασάμην, φρεσὶ λευγαλέῃσι πιθήσας, ἤ οἴνῳ μεθύων, ἤ μ ̓ ἔβλαψαν θεοὶ αὐτοί. Εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. —Οὕτω δὲ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης ὁ Ἰσοκράτους μαθητής. —Καὶ ὁ Ἀχιλλεὺς δ ̓ ὀνειδίζων τῷ Ἀγαμέμνονι, φησίν. Οἰνοβαρὲς, ὄμματ ̓ ἔχων. Ταῦτ ̓ εἶπε τὸ Θέσσαλον σόφισμα (i. e. Myrtilus, unus e dipnosophistis).