Ancient Greek · ~2 min
6 to 8
DIOSCORIDES, Fragmenta 6-8
Not analysed yet
Καὶ αὐτόν (τὸν Σόλωνα) φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, πρὸς τὸν εἰπόντα «Ἀλλ ̓ οὐδὲν ἀνύτεις», εἰπεῖν, «Δι ̓ ἀυτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω». Ἦν δὲ ὁ Πλάτων πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὅστις ἔφησεν, Ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις· ὥς φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασι. Διοσκορίδης δὲ ὑπὸ Ἀπόλλωνος (τὴν λύραν δοθῆναι Ἀμφίονι λέγει).