Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 1
Dioscurides Pedianus, De materia medica 1.3-3
Not analysed yet
3 ἐστι δὲ καὶ οὐρητικὴ κοιλίας τε ὑποβιβαστική· θεραπεύει δὲ καὶ ἐπιλήπτους καὶ μαινομένους μεθʼ ὕδατος πινομένη καὶ ηπατικοὺς, σπληνικούς τε μετʼ ὄξους καὶ μέλιτος ὁλκὴ δραχμῆς μιᾶς. ποιεῖ δὲ καὶ πέψιν, ἐάν τις μετὰ τὸ δεῖπνον καταπίνῃ κυάμου μέγεθος μετὰ μέλιτος ἑφθοῦ, ὁμοίως καὶ ὀξυρεγμιῶσι δίδοται, στομάχικοῖς τε διαμασᾶσθαι καὶ καταπίνειν, εἶτ᾿ ἐπιρροφεῖν οἶνον κεκραμένον.