Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 1
Dioscurides Pedianus, De materia medica 1.4-2
Not analysed yet
δίδοται καὶ αἱμοπτυϊκοῖς 4 ὁλκὴ τριωβόλου μετὰ κράματος κυάθου ἑνὸς γαλακτώδους, ἰσχιαδικοῖς τε μεθʼ ὕδατος καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσιν, ὑδρωπικοῖς τε δραχμῶν δυεῖν ὁλκὴ μεθ᾿ ὑδρομέλιτρς πυρέσσουσιν, ἀπυρέτοις δὲ σύν οἰνομέλιτι, ἰκτεριῶντάς τε καθίστησι καὶ καταμήνια ἄγει ὁλκὴ μία πινομένη μετ᾿ οἴνου. κοιλίαν δὲ δραχμαὶ τέσσαρες ποθεῖσαι καθαίρουσι μεθ᾿ ὑδρομέλιτος κυάθων δέκα· ποιεῖ καὶ πρὸς φθισικούς, ἐμπυϊκοὺς μετὰ μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμεῷ ἀγγείῳ.