Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 2
Dioscurides Pedianus, De materia medica 2-4
Not analysed yet
2 βρεττανική· πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερα δὲ καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δὲ ἀνίησιν οὖ μέγαν, ῥίζαν λεπτὴν καὶ βραχεῖαν. χυλίζεται δὲ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται. δύναμιν δὲ ἔχει στυπτικήν, ἰδίως ἁρμόζουσαν πρὸς τὰς ἐν g στόματι καὶ παρισθμίοις νομάς· ποιεῖ δὲ καὶ πρὸς τὰ λοιπά, ὅσα στύψεως χρῄζει.