Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 10
Dioscurides Pedianus, De materia medica 10.1
Not analysed yet
10 σύμφυτον ἄλλο, οἱ δὲ πηκτὴν καλοῦσιν· ἀνίησι καυλὸν δασύν, δίπηχυν ἡ καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύπων ἀφʼ ἑκάστης μασχάλης· ἄνθη δὲ ἔπεστι μήλινα καὶ καρπὸς περὶ τὸν καυλὸν ὥσπερ φλόμου.