Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 9
Dioscurides Pedianus, De materia medica 9-3
Not analysed yet
9 σύμφυτον πετραῖον· φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτόφυλλα, κεφάλια δὲ ὡς θύμου. τὸ δ᾿ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν· ῥίζαν δὲ ἔχει μακράν, ὑπόπυρρον, ὅσον δακτύλου τὸ πάχος. τοῦτο ἑψηθὲν σύν μελικράτῳ καὶ ποθὲν ἀνακαθαίρει τὰ ἐκ πνεύμονος καὶ τοῖς αἷμα ἀνάγουσι καὶ νεφριτικοῖς σὺν ὕδατι δίδοται. σὺν δὲ οἴνῳ ἑψηθὲν πίνεται πρὸς δυσεντερίαν καὶ 2 ῥοῦν γυναικεῖον ἐρυθρόν, σύν ὀξυμέλιτι δὲ πρὸς σπάσματα καὶ ῥήγματα· καὶ ἄδιψον δέ ἐστι διαμασώμενον, ἁρμόζον καὶ ταῖς περὶ βρόγχον τραχύτησι· κολλᾷ καὶ τὰ νεότρωτα καὶ ἐντεροκήλας ἀποκρατεῖ καταπλασσόμενον, καὶ τὰ κρέα δὲ συμπήττει ἑψόμενον σὺν αὐτοῖς.