Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 10
Dioscurides Pedianus, De materia medica 10.2
Not analysed yet
ὅλος δὲ ὁ καυλὸς καὶ 2 τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν, κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα ῥίζαι δὲ ὕπεισι τὴν μὲν ἐπιφάνειαν μέλαιναι, ἔνδοθεν δὲ λευκαὶ καὶ γλίσχραι, ὧν καὶ ἡ χρῆσις. ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥηγματίαις, καταπλάσσονταί τε πρὸς φλεγμονάς, μάλιστα τὰς ἐν δακτυλίῳ ὠφελίμως μετὰ φύλλων ἠριγέροντος· καὶ τὰ νεότρωτα δὲ κολλῶσι καταπλασθεῖσαι καὶ τά κρέα συνεψόμεναι κολλῶσιν.