Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 11
Dioscurides Pedianus, De materia medica 11-2
Not analysed yet
11 ὁλόστεον· πόα ἐστὶ μικρά ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων· φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια ἢ ἀγρώστει, στυπτικά, ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δὲ δακτύλων τεσσάρων· φύεται ἐν γεωλόφοις. δύναται καὶ αὕτη συνεψομένη συνάγειν τά κρέα, καὶ πρὸς ῥήγματα δὲ σὺν οἴνῳ ποτίζεται.