Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 102
Dioscurides Pedianus, De materia medica 102.3
Not analysed yet
3 καθαίρει καὶ ἀρρυτίδωτον ποιεῖ σμηχομένη· σὺν ὄξει δὲ λεία ἢ σὺν ὑοσκυάμου φύλλοις καὶ ἀλεύρῳ πυρίνῳ ὄρχεων φλεγμονάς παραιτεῖται. τὸ δὲ σπέρμα ἑρπετῶν δηγμάτων πότημα ἀντιφάρμακον, ἐρυσιπελάτων τε κατάπλασμα σὺν οἴνῳ λεανθέντα τό τε σπέρμα καὶ τά φύλλα. φασὶ δέ τινες καὶ πορφυρᾶ ἄνθη κρίνων γίνεσθαι· ἐνεργέστατα δὲ γεννᾶται ἐν τῇ Συρίᾳ καὶ ἐν Πισιδίᾳ τῆς Παμφυλίας πρὸς τὴν τοῦ χρίσματος κατασκευήν.